Sirach 16 — BRE
16Verse 1Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν.Verse 2Ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς, εἰ μή ἐστι φόβος Κυρίου μετʼ αὐτῶν.Verse 3Μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ·Verse 4ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.Verse 5Πολλὰ τοιαῦτα ἑώρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.Verse 6Ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.Verse 7Οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύϊ αὐτῶν.Verse 8Οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λὼτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν.Verse 9Οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξῃρμένους ἐν ἁμαρτίαις αὐτῶν·Verse 10καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.Verse 11Κᾂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν, τοῦτο εἰ ἀθωωθήσεται, ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ· δυνάστης ἐξιλασμῶν· καὶ ἐκχέων ὀργήν.Verse 12Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρίνει.Verse 13Οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλὸς, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.Verse 14Πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.Verse 17Μὴ εἴπῃς, ὅτι ἀπὸ Κυρίου κρυβήσομαι, μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;Verse 18Ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ Θεοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ·Verse 19ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς, ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ, τρόμῳ συσσείονται,Verse 20καὶ ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;Verse 21Καὶ καταιγὶς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.Verse 22Ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ, ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.Verse 23Ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.Verse 24Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου.Verse 25Ἐκφαίνω ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην.Verse 26Ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν.Verse 27Ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν, οὔτε ἐκοπίασαν, καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτων.Verse 28Ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τοῦ ῥήματος αὐτοῦ·Verse 29καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψε, καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ.Verse 30Ψυχὴν παντὸς ζώου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.