Sirach 17 — BRE

17Verse 1Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.Verse 2Ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.Verse 3Καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχὺν, καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.Verse 4Καὶ ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός, καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.Verse 6Διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμοὺς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς.Verse 7Ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.Verse 8Ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν, δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·Verse 10καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.Verse 11Προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.Verse 12Διαθήκην αἰῶνος ἔστησε μετʼ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.Verse 13Μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν.Verse 14Καὶ εἶπεν αὐτοῖς, προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.Verse 15Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διαπαντὸς, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.Verse 17Ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.Verse 19Ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.Verse 20Οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.Verse 22Ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.Verse 23Μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς, καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει.Verse 24Πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.Verse 25Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα.Verse 26Ἐπάναγε ἐπὶ ὕψιστον, καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα.Verse 27Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου; ἀντὶ ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν.Verse 28Ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.Verse 29Ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ Κυρίου, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν·Verse 30οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.Verse 31Τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει, καὶ πονηρὸς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.Verse 32Δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?