Sirach 15 — BRE

15Verse 1Ὁ φοβούμενος Κύριον ποιήσει αὐτὸ, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν·Verse 2καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ, καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·Verse 3ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν.Verse 4Στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ.Verse 5Καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ.Verse 6Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.Verse 7Οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν.Verse 8Μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.Verse 9Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη.Verse 10Ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.Verse 11Μὴ εἴπῃς, ὅτι διὰ Κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.Verse 12Μὴ εἴπῃς, ὅτι αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.Verse 13Πᾶν βδέλυγμα ἐμίσησε Κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.Verse 14Αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.Verse 15Ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς, καὶ πίστιν ποιῆσαι εὐδοκίας.Verse 16Παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου.Verse 17Ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.Verse 18Ὅτι πολλὴ σοφία τοῦ Κυρίου, ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα.Verse 19Καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.Verse 20Καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν, καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?