Sirach 14 — BRE

14Verse 1Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας.Verse 2Μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.Verse 3Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἱνατί χρήματα;Verse 4Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.Verse 5Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.Verse 6Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·Verse 7κᾂν εὐποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.Verse 8Πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὁ ὑπερορῶν ψυχάς.Verse 9Πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηρανει ψυχήν.Verse 10Ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.Verse 11Τέκνον, καθὼς ἐὰν ἔχεις εὐποίει σεαυτόν, καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε.Verse 12Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι.Verse 13Πρίν σε τελευτῆσαι εὐποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.Verse 14Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.Verse 15Οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;Verse 16Δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.Verse 17Πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ἡ γὰρ διαθήκη ἀπʼ αἰῶνος θανάτῳ ἀποθανῇ.Verse 18Ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἀλλα δὲ φύει· οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.Verse 19Πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετʼ αὐτοῦ ἀπελεύσεται.Verse 20Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται·Verse 21ὡ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται.Verse 22Ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς, καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε.Verse 23Ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·Verse 24ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς.Verse 25Στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν.Verse 26Θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται.Verse 27Σκεπασθήσεται ὑπʼ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?