Sirach 13 — BRE
13Verse 1Ὁ ἁπτομενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.Verse 2Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει· τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.Verse 3Πλούσιος ἠδίκησε, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.Verse 4Ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε.Verse 5Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.Verse 6Χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι, καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ, καὶ ἐρεῖ, τίς ἡ χρεία σου;Verse 7Καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρὶς, καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε, καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.Verse 8Πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.Verse 9Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε.Verse 10Μὴ ἔμπιπτε ἵνα μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφιστῶ ἵνα μὴ ἐπιλησθῇς.Verse 11Μὴ ἔπεχε εἰσηγορεῖσθαι μετʼ αὐτοῦ, καὶ μὴ πίστευε τοῖς πλείοσι λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει.Verse 12Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.Verse 13Συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς.Verse 15Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ.Verse 16Πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.Verse 17Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.Verse 18Τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;Verse 19Κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων πτωχοί.Verse 20Βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.Verse 21Πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων.Verse 22Πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες, ἐλάλησεν ἀπόῤῥητα καὶ ἐδικαίωσαν αὐτόν· ταπεινὸς ἔσφαλε καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.Verse 23Πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν· πτωχὸς ἐλάλησε, καὶ εἶπαν, τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.Verse 24Ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ ἔστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν ἀσεβοῦς.Verse 25Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.Verse 26Ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρὸν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.