Sirach 12 — BRE

12Verse 1Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.Verse 2Εὐποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρʼ αὐτοῦ, ἀλλὰ παρὰ ὑψίστου.Verse 3Οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνελεχίζοντι εἰς κακὰ, καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.Verse 4Δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.Verse 5Εὐποίησον τῷ ταπεινῷ, καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ, καὶ μὴ δῷς αὐτῷ ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.Verse 6Ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.Verse 7Δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.Verse 8Οὐκ ἐκδικηθησεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.Verse 9Ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.Verse 10Μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ.Verse 11Καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφὼς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπʼ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε.Verse 12Μὴ στήσῃς αὐτὸν παρὰ σεαυτὸν, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσης αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου, καὶ ἐπʼ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.Verse 13Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις;Verse 14Οὕτως τὸν προσπορεύομενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.Verse 15Ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.Verse 16Καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς, καὶ ἐν τῇ καρδία αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρὸς, καὶ ἐὰν εὕρῃ καιρὸν, οὐκ ἐμπλησθήσεται ἀφʼ αἵματος.Verse 17Κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν ἐκεῖ πρότερόν σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου.Verse 18Κινήσει τὴν κεφαλὴναὐτοῦ, καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ, καὶ πολλὰ διαψιθυρίσει, καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?