Job 9 — BRE
9Verse 1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,Verse 2Ἐπʼ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;Verse 3Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.Verse 4Σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;Verse 5Ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·Verse 6Ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·Verse 7Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·Verse 8Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·Verse 9Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμεῖα Νότου·Verse 10Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.Verse 11Ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδʼ ὡς ἔγνων.Verse 12Ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;Verse 13Αὐτὸς γὰρ ἀπέστραπται ὀργὴν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόνVerse 14Ἐὰν δέ μου ὑπακούσεται, ἤ διακρίνει τὰ ῥήματά μου.Verse 15Ἐὰν γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·Verse 16Ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς.Verse 17Μὴ γνόφῳ με ἐκτρίψῃ· πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς.Verse 18Οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι· ἐνέπλησε δέ με πικρίας,Verse 19ὅτι μὲν γὰρ ἰσχύει κράτει· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;Verse 20Ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ᾧ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.Verse 21Εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.Verse 22Διὸ εἶπον, μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,Verse 23ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται,Verse 24παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς, πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;Verse 25Ὁ δὲ βίος μου ἐστὶν ἐλαφρότερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.Verse 26Ἢ καὶ ἐστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;Verse 27Ἐάν τε γὰρ εἶπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω·Verse 28Σείομαι πᾶσι τοῖς μέλεσιν, οἴδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις.Verse 29Ἐπειδὴ δέ εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον;Verse 30Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,Verse 31ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.Verse 32Οὐ γὰρ εἰ ἄνθρωπος κατʼ ἐμὲ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.Verse 33Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ ἐλέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων.Verse 34Ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,Verse 35καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.