Job 10 — BRE
10Verse 1Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,Verse 2καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;Verse 3Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.Verse 4Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ;Verse 5Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς,Verse 6ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;Verse 7Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;Verse 8Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.Verse 9Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.Verse 10Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ;Verse 11Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας.Verse 12Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα.Verse 13Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.Verse 14Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας.Verse 15Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.Verse 16Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις,Verse 17ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια.Verse 18Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,Verse 19καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;Verse 20Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν,Verse 21πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν,Verse 22εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.