Job 8 — BRE
8Verse 1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,Verse 2Μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυῤῥῆμον τοῦ στόματός σου;Verse 3Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;Verse 4Εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.Verse 5Σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.Verse 6Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης.Verse 7Ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.Verse 8Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·Verse 9Χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος·Verse 10Ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσι, καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα;Verse 11Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;Verse 12Ἔτι ὂν ἐπὶ ῥίζης, καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;Verse 13Οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται·Verse 14Ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος· ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.Verse 15Ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·Verse 16Ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου· καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.Verse 17Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται· ἐν δὲ μέσῳ χαλίκων ζήσεται.Verse 18Ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,Verse 19ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.Verse 20Ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον· πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.Verse 21Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως.Verse 22Οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.