Job 7 — BRE
7Verse 1Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;Verse 2Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;Verse 3Οὕτως κᾀγὼ ὑπέμεινα μῆνας κενοὺς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοι εἰσίν.Verse 4Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.Verse 5Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.Verse 6Ὁ δὲ βίος μου ἔστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.Verse 7Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.Verse 8Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί·Verse 9Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκ ἔτι μὴ ἀναβῇ,Verse 10οὐδʼ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.Verse 11Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.Verse 12Πότερον θάλασσα εἰμὶ ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν;Verse 13Εἴπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου.Verse 14Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις.Verse 15Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.Verse 16Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.Verse 17Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;Verse 18Ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ; καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;Verse 19Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου;Verse 20Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;Verse 21Διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.