Job 17 — BRE
17Verse 1Ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς, καὶ οὐ τυγχάνω.Verse 2Λίσσομαι κάμνων, καὶ τί ποιήσας;Verse 3ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. Τίς ἐστιν οὕτος; τῇ χειρί μου συνδεθήτω.Verse 4Ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.Verse 5Τῇ μερίδι ἀναγγελεῖ κακίας· ὀφθαλμοὶ δὲ ἐφʼ υἱοῖς ἐτάκησαν.Verse 6Ἔθου δέ με θρύλλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην.Verse 7Πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.Verse 8Θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη.Verse 9Σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδὸν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.Verse 10Οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δὴ, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.Verse 11Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐῤῥάγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.Verse 12Νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.Verse 13Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνοφῳ ἔστρωταί μου ἡ στρωμνή.Verse 14Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.Verse 15Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἢ τὰ ἀγαθά μου ὄψομαι;Verse 16Ἢ μετʼ ἐμοῦ εἰς ᾅδην καταβήσονται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;