Tools
Commentary

Job 18 — BRE

See Hebrew/Greek in BSB →

18Verse 1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,Verse 2Μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.Verse 3Διατί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;Verse 4Κέχρηταί σοι ὀργή· τί γὰρ ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων;Verse 5Καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.Verse 6Τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπʼ αὐτῷ σβεσθήσεται.Verse 7Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ· σφάλαι δὲ αὐτοῦ ἡ βουλή.Verse 8Ἐμβέβληται δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη.Verse 9Ἔλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες, κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.Verse 10Κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ, καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβον.Verse 11Κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι· πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ·Verse 12πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.Verse 13Βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος.Verse 14Ἐκραγείη δέ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.Verse 15Κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.Verse 16Ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.Verse 17Τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.Verse 18Ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.Verse 19Οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ.Verse 20Ἀλλʼ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι· ἐπʼ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.Verse 21Οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?