Tools
Commentary

Job 16 — BRE

See Hebrew/Greek in BSB →

16Verse 1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,Verse 2Ἀκήκοα τοιαῦτα πολλὰ, παρακλήτορες κακῶν πάντες.Verse 3Τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ;Verse 4Κᾀγὼ καθʼ ὑμᾶς λαλήσω· εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτʼ ἐναλοῦμαι ὑμῖν ῥήμασι· κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν.Verse 5Εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι.Verse 6Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;Verse 7Νῦν δὲ κατάκοπόν με πεποίηκε μωρὸν σεσηπότα, καὶ ἐπελάβου μου.Verse 8Εἰς μαρτύριον ἐγενήθη, καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.Verse 9Ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσαν.Verse 10Ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί.Verse 11Παρέδωκε γάρ με ὁ Κύριος εἰς χείρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔῤῥιψέ με.Verse 12Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν.Verse 13Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·Verse 14Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι.Verse 15Σάκκον ἔῤῥαψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.Verse 16Ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά.Verse 17Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά.Verse 18Γῆ μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.Verse 19Καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.Verse 20Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.Verse 21Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ.Verse 22Ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?