Tools
Commentary

Job 11 — BRE

See Hebrew/Greek in BSB →

11Verse 1Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει,Verse 2Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος;Verse 3εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Μὴ πολὺς ἐν ῥήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι;Verse 4Μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.Verse 5Ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρὸς σὲ, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;Verse 6Εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας· ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας.Verse 7Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ;Verse 8Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου, τί οἶδας;Verse 9ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;Verse 10Ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;Verse 11Αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.Verse 12Ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δὲ γεννητὸς γυναικὸς, ἶσα ὄνῳ ἐρημίτῃ.Verse 13Εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτὸν,Verse 14εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω·Verse 15Οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρὸν, ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ μὴ φοβηθήσῃ·Verse 16Καὶ τὸν κόπον ἐπιλήσῃ, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ·Verse 17Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·Verse 18Πεποιθώς τε ἔσῃ, ὅτι ἐστί σοι ἐλπὶς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη·Verse 19Ἡσυχάσεις γὰρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.Verse 20Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?