4 Maccabees 9 — BRE

9Verse 1Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς.Verse 2Καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ γνώσει χρησαίμεθα.Verse 3Σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα.Verse 4Χαλεπώτερον γὰρ αὐτοὺς τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον.Verse 5Ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών.Verse 6Εἰ δʼ οἱ γέροντες τῶν Ἑβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμὸυς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν.Verse 7Πείραζε γαροῦν τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων.Verse 8Ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς, τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν.Verse 9Σὺ δὲ διὰ τὴν ἡμῶν μιαροφονίαν αὐτάρχη καρτερήσεις περὶ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός.Verse 10Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλʼ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη.Verse 11Ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ μαστισταὶ, καὶ διαῤῥήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν.Verse 12Ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν.Verse 13Περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας, ἔξαρθρος ἐγίνετο.Verse 14Καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει, λέγων,Verse 15Τύραννε μιαιρώτατε, καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ, καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλα θείου νόμου προασπίζοντα.Verse 16Καὶ τῶν δορυφόρων λεγόντων, ὁμολόγησον φαγεῖν, οὕπως ἀπαλλαγῇς τῶν βασάνων,Verse 17ὁ δὲ εἶπεν, οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τρόπος, ὦ μιαιροὶ διὰκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι· τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα.Verse 18Διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων· ὅτι μόνοι παῖδες Ἑβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι.Verse 19Ταῦτα λέγοντες εἰς πῦρ ἐπέτρωσαν, καὶ διερεθίζοντες, τὸν τροχὸν προσεπικατέτεινον.Verse 20Ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τρόχος, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς αὔξονας τοῦ ὀργάνου περιέῤῥεον αἱ σάρκες.Verse 21Καὶ περιτετηκμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν.Verse 22Ἀλλʼ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας.Verse 23Μιμήσασθέ με, ἀδελφοὶ, λέγων· μή μου τὸν αἰῶνα λειποτακτήσητε, μηδʼ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας.Verse 24Διʼ ἧς ἷλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον.Verse 25Καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας, ἀπέῤῥηξεν τὴν ψυχήν.Verse 26Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθʼ ἡλικίαν τοῶ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοί χεῖρας, ὀξέσιν τοῖς ὄνυξιν, τοῖς ὀργάνοις καταπέλτῃ προσέδησαν αὐτόν.Verse 27Ὡς δὲ, εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γνώμην ἤκουσαν·Verse 28ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν· ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν,Verse 29Ὡς ἡδὺς πᾶς τρόπος θανάτου, διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον,Verse 30Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλεῖων ἐμοῦ σε νὺν βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς.Verse 31Ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι.Verse 32Σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δὲ, μιαιρότατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?