4 Maccabees 10 — BRE

10Verse 1Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος, ὁ τρίτος ἤγετο, παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σώζοιτο.Verse 2Ὁ δὲ ἀναβοήσας, ἔφη, ἤ ἀγνοεῖτε, ὅτι αὐτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατὴρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννεσιν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν;Verse 3Οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν.Verse 3Πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδʼ ἂν θέλητε, ἅψασθαι δύνασθε.Verse 5Οἱ δὲ πίκρῶς ἐνέγκαντες τὴν παῤῥησίαν τοῦ ἀνδρὸς, ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν, καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον·Verse 6καὶ τοὺς δακτύλους, καὶ τοὺς βραχίονας, καὶ τὰ σκέλη, καὶ τοὺς ἀγκῶνας περιέλκων.Verse 7Καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι, περισύραντες τὸ δέρμα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον, καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν.Verse 8Περὶ ὃν ἐκ σφονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀποῤῥεούσας.Verse 9Μέλλων δὲ ἀποθνήσκειν,Verse 10ἔφη, ἡμεῖς μὲν ὦ μιαιρώτατε τύραννε, διὰ παιδείαν καί ἀρετὴν Θεοῦ ταῦτα πάσχομεν.Verse 11Σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν, ἀκαταλύτους καρτερήσεις βασάνους.Verse 12Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες,Verse 13Μὴ μανῄς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν· ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ, σῶζε σεαυτόν.Verse 14Ὁ δὲ αὐτοῖς ἔφη, οὐχ οὕτως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι.Verse 15Μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα.Verse 16Ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διὰ τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβεβανασισθέντων.Verse 17Ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιαιρώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν.Verse 18Ὁ δὲ ἔφη, κᾂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ Θεός.Verse 19Ἰδοὺ κεχάλασται ἡ γλῶσσα· τέμνε· οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωσσοτομήσεις.Verse 20Ἡδέως ὑπὲρ τοῦ Θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμενα.Verse 21Σὲ δὲ ταχέως μετελεύσεται ὁ Θεός· τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?