4 Maccabees 8 — BRE

8Verse 1Τὸ δὲ δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἠλικίας τῶν Ἑβραίων ἀγαγεῖν· καὶ εἰ μὲν μιεροφαγήσαιεν, ἀπολύειν φάγοντας· εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν.Verse 2Ταῦτα διαδεξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γηραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαριέντες.Verse 3Οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἤσθετο ἐπʼ αὐτοῖς, καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς, καὶ πλησίον καλέσας, ἔφη,Verse 4Ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθʼ ἐνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος· καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν·Verse 5ἀλλὰ καὶ παρακαλῶ συνείξαντας τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· δυναίμην γὰρ ὥσπερ κολάζειν τοὺς ἐπιτάγμασιν, σὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.Verse 6Πιστεύσατε οὖν, καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήψεσθε, ἀρνησάμενοι τὸν πάτριον ἡμῶν τῆς πολιτείας θεσμόν·Verse 7καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου, καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν.Verse 8Ἐπεὶ ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι.Verse 9Κατελεήσατε οὖν ἑαυτοὺς, οὕς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι.Verse 10Οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;Verse 11Ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βασανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι.Verse 12Ὡς δὲ τροχούς τε καὶ ἀρθενβόλους στρεβλωτήρια, καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας, καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθησαν, ὑπολαβὼν δὲ ὁ τύραννος, ἔφη, μειράκια φοβήθητε,Verse 13καὶ ἥν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται διʼ ἀνάγκην παρανομήσασιν.Verse 14Οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ, καὶ ὁρῶντες δεινὰ, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφῃσαν τῷ τυράννῳ, καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν.Verse 15Καί τοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν, καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις; οὐχὶ τούτοις;Verse 16Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς παρακαλοῦντος, καὶ ἐπὶ εὐεργεσίᾳ φωνοῦντος, μὴ πεισθείημεν αὐτῷ;Verse 17Τί βουλήμασιν κενοῖς ἐαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν;Verse 18Οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν;Verse 19Ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοικτειρήσωμεν τὸ τῆς μητρὸς γῆρας·Verse 20καὶ ἐνθυμηθῶμεν, ὅτι ἀπειθοῦντες τεθνηξόμεθα.Verse 21Συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη διʼ ἀνάγκην τὸν βασιλὲα φοβηθεῖσιν.Verse 22Τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου, καὶ ἐπιστεροῦμεν ἐαυτοὺς τοῦ γλυκέος κόσμου;Verse 23Μὴ βιαζώμεθα τὴν ἀνάγκην, μηδὲ κενοδοξήσωμεν ἐπʼ τῇ ἑαυτῶν στρέβλῃ.Verse 24Οὐδὲ αὐτὸς ὁ ναὸς ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια.Verse 25Πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέηκεν φιλονεικία, καὶ ἡ θανατεφόρος ἀρέσκει καρτερία, παρὸν μετὰ ἀταραξίας χρὴ τῷ βασιλεῖ πεισθέντας;Verse 26Ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν.Verse 27Ἦσαν γὰρ περιφρονες τῶν παθῶν, καὶ αὐτηκράτορες τῶν ἀλγηδόνων. Ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον,
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?