4 Maccabees 17 — BRE

17Verse 1Ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς, ὡς ὅτε ἔμελλεν καὶ αὐτὴ συλλαμβάνεσθαι πρὸς θάνατον, ἵνα μὴ ψαύσειέν τι τοῦ σώματος ἑαυτῆς, ἑαυτὴν ἔῤῥιψεν κατὰ τῆς πυρᾶς.Verse 2Ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν, καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ, καὶ ἐπιδείξασα τὴν τῆς πίστεως γενναιότητα.Verse 3Καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοῦ στύλου τῶν παίδων γενναίως ἱδρυμένη, ἀκλινῶς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν.Verse 4Θάῤῥει τοιγαροῦν, ὦ μήτηρ ἱερόψυχε, τὴν ἐλπίδα τῆς ὑπομονῆς γενναίως ἔχουσα πρὸς Θεόν.Verse 5Οὐχ οὕτω σελήνη κατʼ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν, ὡς σὺ τοὺς εἰς ἀστέρας ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας Θεῷ, καὶ ἐστήρισαι ἐν οὐρανῷ σὺν αὐτοῖς.Verse 6Ἦν γὰρ ἡ παιδοποιΐα σου ἀπὸ Ἁβραὰμ τοῦ παιδός.Verse 7Εἰ δὲ ἐξὸν ἡμῖν ἦν, ὥσπερ τινὸς ζωγραφῆσαι τὴν τῆς ἱστορίας σου εὐσέβειαν, οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες μητέρα ἑπτὰ τέκνων διʼ εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν.Verse 8Καὶ γὰρ ἄξιον ἦν καὶ ἐπὶ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα.Verse 9Ἐνταῦθα γέρων ἱερεὺς, καὶ γυμὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν, τὴν Ἑβραίων πολιτείαν καταλῦσαι θέλοντος.Verse 10Οἳ καὶ ἐξεδίκησαν τὸ ἔθνος εἰς Θεὸν ἀφορῶντες, καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες.Verse 11Ἀληθῶς γὰρ ἦν ἀγῶν θεῖος ὁ διʼ αὐτῶν γεγενημένος.Verse 12Ἠθλότει γὰρ τότε ἀρετὴ διʼ ὑπομονῆς δοκιμάζουσα τὸ νῖκος ἐν ἀφθαρσίᾳ ἐν ζωῇ πολυχρονίῳ.Verse 13Ἐλεάζαρ δὲ προηγωνίζετο· ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει·Verse 14οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο· ὁ τύραννος ἀντηγωνίζετο· ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει.Verse 15Θεοσέβεια δὲ ἐνίκα, τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα.Verse 16Τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς ἀληθείας νομοθεσίας ἀθλητὰς; τίνες οὐκ ἐξεπλάγησαν;Verse 17Αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸν συνέδριον αὐτῶν ἐξεθαύμασαν αὐτῶν τὴν ὑπομονήν.Verse 18Διʼ ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ, καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα.Verse 19Καὶ γάρ φησιν ὁ Μωσῆς, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου.Verse 20Καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ Θεὸν τετίμηνται οὐ μόνον οὖν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ διʼ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατήσας,Verse 21καὶ τὸν τύραννον τιμωρηθῆναι, καὶ τὴν πατρίδα καθαρισθῆναι,Verse 22ὥσπωρ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας, καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων, καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν, ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσεν.Verse 23Πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς, καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονήν.Verse 24Ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?