4 Maccabees 16 — BRE
16Verse 1Εἰ δὲ τοίνυν καὶ γυνὴ, καὶ γηραιὰ, καὶ ἑπτὰ παὶδων μήτηρ ὑπέμεινε τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.Verse 2Ἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθῶν ἄνδρες ἐπεκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν.Verse 3Καὶ οὐχ οὕτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρὶ, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὑτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους.Verse 4Ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ.Verse 5Καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἦν ἡ γυνὴ, καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπʼ αὐτοῖς· καὶ ἴσως ἄν ταῦτα οὕτως εἶπεν,Verse 6Ὦ μελέα ἔγωγε, καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι.Verse 7Ὦ μάταιοι ἐπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἐπτὰ δεκάηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίοι.Verse 8Μάτην ἐφʼ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς.Verse 9Ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γαμήσαντες ἀνόνητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι.Verse 10Ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος.Verse 11Οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά.Verse 12Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ. Οὐδʼ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα, οὐδʼ ὡς ἀποθνησκόντων ἐλυπήθη.Verse 13Ἀλλʼ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν, μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.Verse 14Ὦ διʼ εὐσέβειαν Θεοῦ στρατιῶτι, πρεσβύτι καὶ γυνὴ διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἄνανδρος.Verse 15Καὶ γὰν ὃτε συνελήφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβοαΐδι φωνῇ,Verse 16Ὦ παῖδες, γενναῖος ὁ ἀγών· εφ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίουνόμου.Verse 17Καὶ γὰρ αἰσχρὸν τὸν μὴν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀληδόνας, ὑμᾶς δὲ τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους.Verse 18Ἀναμνήσθητε, ὅτι διὰ τὸν Θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατέ·Verse 19καὶ διὰ τιῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν Θεόν.Verse 20Διʼ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἁβραὰμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ἰσαὰκ, καὶ τὴν πατρῷαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπʼ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν.Verse 21Καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν, διὰ τὸν Θεόν.Verse 22Καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν Θεὸν ἔχοντες, μὴ χαλεπαίνητε.Verse 23Ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀντιστασθαι τοῖς πόνοις.Verse 24Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα, ἔπεισε μᾶλλον, ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ.Verse 25Ἔτι δὲ καὶ ταῦτα ἰδόντες, ὅτι διὰ τὸν Θεὸν ἀποθανόντες ζῶσιν τῷ Θεῷ, ὥσπερ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ πάντες οἱ πατριάρχαι.