4 Maccabees 18 — BRE
18Verse 1Ὦ τῶν Ἁβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε·Verse 2γινώσκοντες, ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός· καὶ οὐ μόνον τῶν ἔνδοθεν, ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων·Verse 3Ἀνθʼ ὦν διὰ τὴν εὐσέβειαν προϊέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι, οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν.Verse 4Καὶ διʼ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους.Verse 5Καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἱεροσολυμίτας ἀλλοφυλῆσαι, καὶ τῶν πατριῶν ἐθνῶν ἐκδιαιτηθῆναι·Verse 6τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἱεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας.Verse 7Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις, ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομουμένην πλευράν.Verse 8Οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμῄνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπατηλὸς ὄφις· ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί.Verse 9Τούτων δὲ ἐνελίκων γενομένων ἐτελεύτησεν ὁ πατήρ· μακάριος μὲν ἐκεῖνος· τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν.Verse 10Ὃς ἐδιδασκεν ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, τὸν νόμον καὶ τοὺς προφήτας.Verse 11Τὸν ἀναιρεθέντα Ἀβὲλ ὑπὸ Κάϊν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαπούμενον Ἰσαὰκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ.Verse 12Ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές· ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ανανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ.Verse 13Ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιὴλ, ὃν καὶ ἐμακάριζεν.Verse 14Ὑπεμίμνησκεν δὲ ὑμᾶς τῆν Ἠσαΐου γραφὴν τὴν λέγουσαν, κᾂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε.Verse 15Τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαρίδ τὸν λέγοντα, πολλαὶ αἱ θλίψεις τῶν δικαίων.Verse 16Τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα, ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα.Verse 17Τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα, εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα;Verse 18Ὧδην μὲν γὰρ ἣν ἑδίδαξεν Μωϋσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν, ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω.Verse 19Αὗτη ἡ ζωὴ ἡμῶν καὶ ἡ μακαριότης τῶν ἡμερῶν.Verse 20Ὧ πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήμων τύραννος πῦρ φλέξας λέβησιν ὠμοῖς, καὶ ζεουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἁβρααμίτιδος.Verse 21Τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν.Verse 22Ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα.Verse 23Οἱ δὲ Ἁβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφορῳ μητρὶ, εἰς πατέρων χορὸν συναγελάζονται, φυχὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ Θεοῦ.Verse 24Ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.