4 Maccabees 15 — BRE

15Verse 1Ὦ λογίσμε τέκνων, παθῶν τύραννε, καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα.Verse 2Μήτηρ δυοῖν προκειμένων εὐσεβείας, καὶ τῆς ἑπτὰ υἱῶν σωτηρίας προκαίρους κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν·Verse 3τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σώζουσαν εἰς αἰώνιον ζωὴν κατὰ Θεόν.Verse 4Ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη, ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα θαυμάσιον ἐναπεσφράγιζον, μάλιστα διὰ τὸν τῶν παθῶν τοῖς γεννηθεῖσιν τὰς μητέρας καθεστάναι συμπαθευτέρας.Verse 5Ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνότεραι.Verse 6Πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ μήτηρ φιλοτεκνοτέρα, ἥ τις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργία,Verse 7καὶ διὰ πολλὰς τὰς καθʼ ἔκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένην τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν,Verse 8διὰ τὸν πρὸς τὸν Θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν.Verse 9Οὐ μὴν δὲ, ἀλλὰ καὶ διὰ τὴν καλοκᾳγαθίαν τῶν υἱῶν, καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν, μείζων τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν.Verse 10Δίκαιοί τε γὰρ ἦσαν, καὶ σώφρονες, καὶ σώφρονες, καὶ ἀνδρεῖοι, καὶ μεγαλόψυχοι, καὶ φιλάδελφοι, καὶ μεγαλόψυχοι, καὶ μεψαλόψυχοι, καὶ φιλάδελφοι, καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντες πείθεσθαι αὐτῇ.Verse 11Ἀλλʼ ὅμως, καὶ ὑπὲρ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπʼ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι ἴσχυσαν μετατρέψαι.Verse 12Ἀλλὰ καἰ καθʼ ἔνα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο θάνατον.Verse 13Ὦ φύσις ἱερὰ, καὶ φίλτρα γονέων καὶ γονεῦσιν φιλόστοργε, καὶ τροφεῖα, καὶ μητέρων ἀδάμαστα πάθη.Verse 14Καθʼ ἕνα στρεβλούμενον καὶ φλεγόμενον ὁρῶσα υήτηρ, οὐ μετεβάλετο διὰ τὴν εὐσέβεβειαν.Verse 15Τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας, καὶ τοὺς τὼν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας, καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας, ὥσπερ προσωπεῖα προκειμένας.Verse 16Ὦ πικροτέρων μὲν νῦν μήτηρ πόνων πειρασθεῖσα, ἤπερ τῶν ἐπʼ αὐτοῖς ὠδίνων.Verse 17Ὦ μόνη γυνὴ τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα.Verse 18Οὐ μετέρεψέν σε πρωτότοκος ἀποπνέων· οὐδὲ δεύτερον εἰς οἶκτρον βλέπων ἐν βασάνοις· οὐδὲ τρίτος ἀποψύχων.Verse 19Οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμὸν, καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάνατον, οὐκ ἔκλαυσας.Verse 20Ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκεκομμένας, καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας, καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας, καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων χορεῖον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας.Verse 21Οὐχ οὕτως σειρήνιοι μελῳδίαι, οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται, ὦ τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων.Verse 22Πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ, τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτερίοις ἐβασανίζετο βασάνοις;Verse 23Ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν.Verse 24Καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν· ἀσπάσασα ἡ γενναῖα μήτηρ ἐξέδσεν διὰ τὴν πρὸς Θεὸν πίστιν.Verse 25Καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλαν.Verse 26Δύο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον ὑπὲρ τένων·Verse 27Οὐκ ἐπέγνω τὴν σώζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν.Verse 28Ἀλλὰ τῆς θεοσεβοῦς Ἁβραὰμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη.Verse 29Ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ νόμου, καὶ ὑπερασπίστεια τῆς εὐσεβείας, καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀθλοφόρε.Verse 30Ὦ ἀῤῥένων πρὸς καρτερίαν γενναιοτέρα, καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα.Verse 31Καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτεροὺς ὑπήνεγκεν τοὺς κλύδωνας·Verse 32οὕτως σὺ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ, καὶ καρτεροῖς ἂν λοιμοῖς ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη, γενναίως ὑπέμεινας τοὺς τῆς εὐσεβείας χειμῶνας.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?