1 Maccabees 1 — BRE
1Verse 1ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειεὶμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερος ἐπὶ τὴν Ἑλλάδα.Verse 2Καὶ συνεστήσατο πολέμους πολλοὺς, καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν, καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς.Verse 3Καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς, καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν· καὶ ἠσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ· καὶ ὑψώθη, καὶ ἐπῄρθη ἡ καρδία αὐτοῦ.Verse 4Καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξε χωρῶν, καὶ ἐθνῶν, καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.Verse 5Καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει.Verse 6Καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.Verse 7Καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανε.Verse 8Καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.Verse 9Καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ, καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.Verse 10Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς, υἱὸς Ἀντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων.Verse 11Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ἰσραὴλ υἱοὶ παράνομοι, καὶ ἀνέπεισαν πολλοὺς, λέγοντες, πορευθῶμεν, καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ἀπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.Verse 12Καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν.Verse 13Καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.Verse 14Καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἱεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν.Verse 15Καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζεύχθησαν τοῖς ἔθνεσι, καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.Verse 16Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον Ἀντιόχου· καὶ ὑπέλαβε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.Verse 17Καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι, καὶ ἐν ἐλέφασι, καὶ ἐν ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ.Verse 18Καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε· καὶ ἔπεσον τραυματίαι πολλοί.Verse 19Καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου.Verse 20Καὶ ἐπέστρεψεν Ἀντιόχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.Verse 21Καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανείᾳ, καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς,Verse 22καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισε πάντα.Verse 23Καὶ ἔλαβε τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρε.Verse 24Καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἐποίησε φονοκτονίαν, καὶ ἐλάλησεν ὑπερηφανείαν μεγάλην.Verse 25Καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν.Verse 26Καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.Verse 27Πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.Verse 28Καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.Verse 29Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.Verse 30Καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ· καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ Ἰσραήλ.Verse 31Καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως, καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ, καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ.Verse 32Καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.Verse 33Καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.Verse 34καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλὸν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.Verse 35Καὶ παρέθεντο ὅπλα καὶ τροφὰς, καὶ συναγαγόντες τὰ σκῦλα Ἱερουσαλὴμ ἀπέθεντο ἐκεῖ· καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.Verse 36Καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διαπαντός.Verse 37Καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος, καὶ ἐμόλυναν τὸ ἁγίασμα.Verse 38Καὶ ἔφυγον οἱ κάτοικοι Ἱερουσαλὴμ διʼ αὐτοὺς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γεννήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.Verse 39Τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμὸν, ἡ τιμὴ αὐτῆς εἱς ἐξουδένωσιν.Verse 40Κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.Verse 41Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα,Verse 42καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.Verse 43Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.Verse 44Καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,Verse 45καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς,Verse 46καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·Verse 47οἰκοδομῆσαι βωμοὺς, καὶ τεμένη, καὶ εἰδωλεῖα, καὶ θύειν ὕεια, καὶ κτήνη κοινὰ,Verse 48καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει,Verse 49ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.Verse 50Καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῥῆμα τοῦ βασιλέως, ἀποθανεῖται.Verse 51Κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.Verse 52Καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοὶ, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον· καὶ ἐποιησαν κακὰ ἐν τῇ γῇ.Verse 53Καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.Verse 54Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ, τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει, ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς.Verse 55Καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.Verse 56Καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.Verse 57Καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.Verse 58Ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ Ἰσραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι.Verse 59Καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.Verse 60Καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν, κατὰ τὸ πρόσταγμα.Verse 61Καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν, καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν.Verse 62Καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκραταιώθησαν, καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινά.Verse 63Καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν· καὶ ἀπέθανον.Verse 64Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.