1 Maccabees 2 — BRE

2Verse 1Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεὼν, ἱερεὺς τῶν υἱῶν Ἰωαρὶβ ἀπὸ Ἱερουσαλὴμ, καὶ ἐκάθισεν ἐν Μωδεΐν.Verse 2Καὶ αὐτῷ υἱοὶ πέντε, Ἰωαννὰν ὁ ἐπικαλούμενος Καδδὶς,Verse 3Σίμων ὁ καλούμενος Θασσι,Verse 4Ἰούδας ὁ ἐπικαλούμενος Μακκαβαῖος,Verse 5Ἐλεάζαρ ὁ ἐπικαλούμενος Αὐαρὰν, Ἰωνάθαν ὁ ἐπικαλούμενος Ἀπφοῦς.Verse 6Καὶ εἶδε τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ,Verse 7καὶ εἶπεν, οἴμοι, ἱνατί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου, καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, καὶ τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;Verse 8Ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,Verse 9τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.Verse 10Ποῖον ἔθνος οὐκ ἐκληρονόμησε βασιλείαν αὐτῆς, καὶ οὐκ ἐκράτησε τῶν σκύλων αὐτῆς;Verse 11Πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθήρας ἐγένετο εἰς δούλην.Verse 12Καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη.Verse 13Ἱνατί ἡμῖν ἔτι ζῇν;Verse 14Καὶ διέῤῥηξε Ματταθίας καὶ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα.Verse 15Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεῒν τὴν πόλιν, ἵνα θυσιάσωσι.Verse 16Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.Verse 17Καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως, καὶ εἰπον τῷ Ματταθίᾳ, λέγοντες, ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς.Verse 18Νῦν οὖν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄνδρες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἱερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἶκός σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποστολαῖς πολλαῖς.Verse 19Καὶ ἀπεκρίθη Ματταθίας, καὶ εἶπε φωνῇ μεγάλῃ, εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ, καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,Verse 20ἀλλʼ ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν.Verse 21Ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματὰ.Verse 22Τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν, δεξιὰν ἢ ἀριστεράν.Verse 23Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυσιᾶσαι ἐπὶ τοῦ βωμοῦ τοῦ ἐν Μωδεῒν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.Verse 24Καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμῶν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν.Verse 25Καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν, ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλε.Verse 26Καὶ ἐζήλωσε τῷ νόμῳ καθὼς ἐποίησε Φινεὲς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ.Verse 27Καὶ ἀνέκραξε Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων, πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου.Verse 28Καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.Verse 29Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα, εἰς τὴν ἔρημον, καθίσαι ἐκεῖ,Verse 30αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐπληθύνθη ἐπʼ αὐτοὺς τὰ κακά.Verse 31Καὶ ἀνηγγέλη τοῖς ἀνδράσι τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἱερουσαλὴμ πόλει Δαυὶδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ.Verse 32Καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί· καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπʼ αὐτοὺς, καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων,Verse 33καὶ εἶπον πρὸς αὐτοὺς, ἕως τοῦ νῦν ἱκανόν· ἐξέλθετε καὶ ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε.Verse 34Καὶ εἶπον, οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, τοῦ βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.Verse 35καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον.Verse 36Καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρύφους,Verse 37λέγοντες, ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.Verse 38Καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασι, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθρώπων.Verse 39Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα.Verse 40Καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ, ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ἐξολοθρεύσουσιν ἀπὸ τῆς γῆς.Verse 41Καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες, πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις.Verse 42Τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἰουδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ἰσραὴλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ.Verse 43Καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.Verse 44Καὶ συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.Verse 45Καὶ ἐκύκλωσε Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς.Verse 46Καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρον ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύϊ.Verse 47Καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπεπηφανίας, καὶ κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.Verse 48Καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων· καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.Verse 49Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.Verse 50Καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.Verse 51Μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.Verse 52Ἁβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστὸς, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;Verse 53Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν, καὶ ἐγένετο κύριος Αἰγύπτου.Verse 54Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον, ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας.Verse 55Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον, ἐγένετο κριτὴς ἐν Ἰσραήλ.Verse 56Χαλὲβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησία, ἔλαβε γῆς κληρονομίαν.Verse 57Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ, ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος.Verse 58Ἡλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου, ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν.Verse 59Ἀνανίας, Ἀζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.Verse 60Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐῤῥύσθη ἐκ στόματος λεόντων.Verse 61Καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεὰν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτὸν οὐκ ἀσθενήσουσι.Verse 62Καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας.Verse 63Σήμερον ἐπαρθήσεται, καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἔστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο.Verse 64Καὶ ὑμεῖς, τέκνα, ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.Verse 65Καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα.Verse 66Καὶ Ἰούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς, καὶ πολεμήσει πόλεμον λαῶν.Verse 67Καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου, καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν.Verse 68Ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι, καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου.Verse 69Καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.Verse 70Καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει· καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτῶν ἐν Μωδεῒν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?