Bel and the Dragon 1 — BRE
1Verse 1ΚΑΙ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καὶ παρέλαβε Κύρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.Verse 2Καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ.Verse 3Καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ᾧ ὄνομα Βὴλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα, καὶ πρόβατα τεσσαράκοντα, καὶ οἴνου μετρηταὶ ἕξ.Verse 4Καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν, καὶ ἐπορεύετο καθʼ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ. Δανιὴλ δὲ προσεκύνει τῷ Θεῷ αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, διατί οὐ προσκυνεῖς τῷ Βήλ;Verse 5Ὁ δὲ εἶπεν, ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν.Verse 6Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθʼ ἑκάστην ἡμέραν;Verse 7Καὶ εἶπε Δανιὴλ γελάσας, μὴ πλανῶ, βασιλεῦ, οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς, ἔξωθεν δὲ χαλκὸς, καὶ οὐ βέβρωκεν οὐδέποτε.Verse 8Θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἱερεῖς αὐτοῦ· καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴποιτέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε.Verse 9Ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτὰ, ὁ Δανιὴλ ἀποθανεῖται, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ· καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ, γινέσθω κατὰ τὸ ῥῆμά σου.Verse 10Καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων· καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ.Verse 11Καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βὴλ, ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δὲ, βασιλεῦ, παράθες τὰ βρώματα, καὶ τὸν οἶνον κεράσας θὲς, καὶ ἀπόκλεισον τὴν θύραν, καὶ σφράγισον τῷ δακτυλίῳ σου.Verse 12Καὶ ἐλθὼν πρωῒ, ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βὴλ, ἀποθανούμεθα· ἢ Δανιὴλ ὁ ψευδόμενος καθʼ ἡμῶν.Verse 13Αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον, καὶ διʼ αὐτῆς εἰσεπορεύοντο διόλου, καὶ ἀνήλουν αὐτά.Verse 14Καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκε τὰ βρώματα τῷ Βήλ· καὶ ἐπέταξε Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἤνεγκαν τέφραν· καὶ κατέσεισαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν, καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον.Verse 15Οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ κατέφαγον πάντα, καὶ ἐξέπιον.Verse 16Καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωῒ, καὶ Δανιὴλ μετʼ αὐτοῦ.Verse 17Καὶ εἶπε, σῶοι αἱ σφραγίδες Δανιήλ; ὁ δὲ εἶπε, σῶοι, βασιλεῦ.Verse 18Καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ἐπὶ τὴν τράπεζαν ὁ βασιλεὺς, ἐβόησε φωνῇ μεγάλῃ, μέγας εἶ Βὴλ, καὶ οὐκ ἔστι παρὰ σοὶ δόλος οὐδὲ εἷς.Verse 19Καὶ ἐγέλασε Δανιὴλ, καὶ ἐκράτησε τὸν βασιλέα, τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω· καὶ εἶπεν, ἴδε δὴ τὸ ἔδαφος, καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.Verse 20Καὶ εἶπεν ὁ βασιλεὺς, ὁρῶ τὰ ἴχνη ἀνδρῶν, καὶ γυναικῶν, καὶ παιδίων· καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβε τοὺς ἱερεῖς, καὶ τὰς γυναῖκας,Verse 21καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, διʼ ὧν εἰσεπορεύοντο, καὶ ἐδαπάνων τὰ ἐπὶ τῆς τραπέζης.Verse 22Καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς, καὶ ἔδωκε τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.Verse 23Καὶ ἦν Δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.Verse 24Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ, μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ, καὶ ἐσθίει, καὶ πίνει· οὐ δύνασαι εἰπεῖν, ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.Verse 25Καὶ εἶπε Δανιὴλ, Κυρίῳ τῷ Θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστι Θεὸς ζῶν.Verse 26Σὺ δὲ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου· καὶ εἶπεν ὁ βασιλεὺς δίδωμί σοι.Verse 27Καὶ ἔλαβεν ὁ Δανιὴλ πίσσαν καὶ στέαρ καὶ τρίχας, καὶ ἥψησεν ἐπιτοαυτό· καὶ ἐποίησε μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διεῤῥάγη ὁ δράκων· καὶ εἶπεν, ἴδετε τὰ σεβάσματα ὑμῶν.Verse 28Καὶ ἐγένετο, ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν, καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα, καὶ εἶπαν, Ἰουδαῖος γέγονεν ὁ βασιλεὺς, τὸν Βὴλ κατέσπασε, καὶ τὸν δράκοντα ἀπέκτεινε, καὶ τοὺς ἱερεῖς κατέσφαξε.Verse 29Καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα, παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μὴ, ἁποκτενοῦμέν σε, καὶ τὸν οἶκόν σου.Verse 30Καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ.Verse 31Οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.Verse 32Ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσι τὸν Δανιήλ.Verse 33Καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα, καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἑπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.Verse 34Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου τῷ Ἀμβακοὺμ, ἀπένεγκε τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.Verse 35Καὶ εἶπεν Ἀμβακοὺμ, Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω.Verse 36Καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, ἔθηκεν αὐτὸν εἰς Βαβυῶνα ἐπάνω τοῦ λάκκου, ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ.Verse 37Καὶ ἐβόησεν Ἀμβακοὺμ, λέγων, Δανιὴλ, Δανιὴλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι ὁ Θεός.Verse 38Καὶ εἶπε Δανιὴλ, ἐμνήσθης γάρ μου ὁ Θεὸς, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε.Verse 39Καὶ ἀναστὰς δανιὴλ, ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ ἀπεκατέστησε τὸν Ἀμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.Verse 40Ὁ δὲ βασιλεὺς ἦλθε τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιὴλ, καὶ ἦλθεν ἐπὶ τὸν λάκκον, καὶ ἐνέβλεψε, καὶ ἰδοὺ, Δανιὴλ καθήμενος.Verse 41Καὶ ἀναβοήσας φωνῇ μεγάλῃ, εἶπε, μέγας εἰ, Κύριε ὁ Θεὸς τοῦ Δανιὴλ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ.Verse 42Καὶ ἀνέσπασεν αὐτόν· τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον· καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ.