1 Esdras 4 — BRE
4Verse 1Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν, ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως.Verse 2Ὦ ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;Verse 3Ὁ δὲ βασιλεὺς ὑπερισχύει, καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν.Verse 4Ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσι καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους,Verse 5φονεύουσι καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσι, τῷ βασιλεῖ κομίζουσι πάντα, καὶ ἐὰν προνομεύσωσι, καὶ τὰ ἄλλα πάντα.Verse 6Καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσι τὴν γῆν, πάλιν ὅταν σπείρωσι θερίσαντε, ἀναφέρουσι τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες, ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.Verse 7Καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· ἐὰν εἴπῃ ἀφεῖναι, ἀφίουσιν·Verse 8Εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·Verse 9εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπε φυτεῦσαι, φυτεύουσι.Verse 10Καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσι· πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει,Verse 11αὐτοὶ δὲ τηροῦσι κύκλῳ περὶ αὐτόν· καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν, καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.Verse 12Ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς, ὅτι οὕτως ἐπάκουστός ἐστι; καὶ ἐσίγησεν.Verse 13Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστι Ζοροβάβελ, ἤρξατο λαλεῖν·Verse 14Ἄνδρες, οὐ μέγας ὁ βασιλεὺς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες;Verse 15Αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς,Verse 16καὶ ἐξ αὐτῶν ἐγένοντο· καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὧν ὁ οἶνος γίνεται.Verse 17Καὶ αὗται ποιοῦσι τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσι δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι χωρὶς τῶν γυναικῶν εἶναι.Verse 18Ἐὰν δὲ συναγάγωσι χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον, καὶ ἴδωσι γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει,Verse 19ταῦτα πάντα ἀφέντες, εἰς αὐτὴν ἐκκέχῃναν, καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτὴν, καὶ πάντες αὐτὴν αἱρετίζουσι μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.Verse 20Ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτὸν, καὶ τὴν ἰδίαν χώραν, καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται,Verse 21καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχήν, καὶ οὔτε τὸν πατέρα μέμνηται, οὔτε τὴν μητέρα, οὔτε τὴν χώραν.Verse 22Καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε, καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶ δίδοτε, καὶ φέρετε;Verse 23Και λαμβάνει ὁ ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν, καὶ εἰς τὴν θάλασσαν πλεῖν, καὶ ποταμοὺς,Verse 24καὶ τὸν λέοντα θεωρεῖ, καὶ ἐν σκότει βαδίζει· καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει.Verse 25Καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα.Verse 26Καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας, καὶ δοῦλοι ἐγένοντο διʼ αὐτάς·Verse 27καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας.Verse 28Καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ;Verse 29Ἐθεώρουν αὐτὸν, καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ, τὴν παλλακὴν τοῦ βασιλέως, καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως,Verse 30καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ ἐπιτιθοῦσαν ἑαυτῇ· καὶ ἐῤῥάπιζε τὸν βασιλέα τῇ ἀριστερᾷ.Verse 31Καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπʼ αὐτὸν, κολακεύει αὐτὴν, ὅπως διαλλαγῇ αὐτῷ.Verse 32Ὦ ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσι;Verse 33Καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον· καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας·Verse 34Ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανὸς, καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ.Verse 35Οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα.Verse 36Πᾶσα ἡ γῆ τὴν ἀλὴθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστι μετʼ αὐτῆς ἄδικον οὐδέν.Verse 37Ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεὺς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν τὰ τοιαῦτα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.Verse 38Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Verse 39Καὶ οὐκ ἔστι παρʼ αὐτὴν λαμβάνειν πρόσωπα, οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς,Verse 40καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐδὲν ἄδικον· καὶ αὕτη, ἡ ἰσχὺς, καὶ τὸ βασίλειον, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας.Verse 41Καὶ ἐσιώπησε τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησε· καὶ τότε εἶπον, μεγάλη ἡ ἀλήθεια, καὶ ὑπερισχύει·Verse 42τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ, αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι ὅν τρόπον εὑρέθης σοφώτερος, καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήθῃ.Verse 43Τότε εἶπε τῷ βασιλεῖ, μνήσθητι τὴν εὐχὴν, ἣν ηὔξω, οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες,Verse 44καὶ πάντα τὰ σκεύη τὰ ληφθέντα ἐξ Ἱερουσαλὴμ, καὶ ἐκπέμψαι ἃ ἐχώρισε Κύρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ.Verse 45Καὶ σὺ ηὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰδουμαῖοι, ὅτε ἠρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων.Verse 46Καὶ νῦν τοῦτό ἐστιν ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν, ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ, ποιῆσαι ἐκ στόματός σου.Verse 47Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους, καὶ τοπάρχας, καὶ στρατηγοὺς, καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ.Verse 48Καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ, καὶ Φοινίκῃ, καὶ τοῖς ἐν τῷ Λιβάνω ἔγραψεν ἐπιστολὰς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἱερουσαλὴμ, καὶ ὅπως οἰκοδομήσωσι μετʼ αὐτοῦ τὴν πόλιν.Verse 49Καὶ ἔγραψε πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν, καὶ τοπάρχην, καὶ σατράπην, καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἑπὶ τὰς θύρας αὐτῶν,Verse 50καὶ πᾶσαν τὴν χώραν ἣν κρατοῦσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Ἰδουμαῖοι ἀφίωσι τὰς κώμας ἃ διακρατοῦσι τῶν Ἰουδαίων·Verse 51καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι, μέχρι τοῦ οἰκοδομηθήναι·Verse 52καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν, ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν.Verse 53καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.Verse 54Ἔγραψε δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.Verse 55Καὶ τοῖς Λευίταις ἔγραψε δοῦναι τὴν χορηγίαν, ἕως τῆς ἡμέρας ἡς ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἱερουσαλὴμ οἰκοδομηθῆναι.Verse 56Καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.Verse 57Καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη ἃ ἐχώρισε Κύρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπε Κύρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξε ποιῆσαι, καὶ ἐξαποστεῖλαι εἰς Ἱερουσαλήμ.Verse 58Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ, λέγων,Verse 59παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.Verse 60Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν, καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.Verse 61Καὶ ἔλαβε τὰς ἐπιστολὰς, καὶ ἐξῆλθε, καὶ ἦλθεν εἰς Βαβυλῶνα, καὶ ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσι.Verse 62Καὶ εὐλόγησαν τὸν Θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν,Verse 63ἀναβῆναι καὶ οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὸ ἱερὸν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπʼ αὐτῷ· καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.