1 Esdras 3 — BRE
3Verse 1Καὶ βασιλεὺς Δαρεῖος ἐποίησε δοχὴν μεγάλην πᾶσι τοῖς ὑπʼ αὐτὸν, καὶ πᾶσι τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσι τοῖς μεγιστᾶσι τῆς Μηδίας καὶ τῆς Περσίδος,Verse 2καὶ πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν, ἀπὸ τῆς Ἰνδικῆς μέχρις Αἰθιοπίας, ἐν ταῖς ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις.Verse 3Καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα ἑαυτοῦ, καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.Verse 4Τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως,Verse 5εἶπαν ἕτερος πρὸς τὸν ἕτερον, εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἐὰν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας, καὶ ἐπινίκια μεγάλα,Verse 6καὶ πορφύραν περιβαλέσθαι, καὶ ἐν χρυσώμασι πίνειν, καὶ ἐπὶ χρυσῷ καθεύδειν, καὶ ἅρμα χρυσοχάλινον, καὶ κίδαριν βυσσίνην, καὶ μανιάκην περὶ τὸν τράχηλον,Verse 7καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ, καὶ συγγενὴς Δαρείου κληθήσεται.Verse 8Καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον, ἐσφαγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως,Verse 9καὶ εἶπαν, ὅταν ἐγερθῇ ὁ βασιλεὺς, δώσουσιν αὐτῷ τὸ γράμμα, καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος, ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται.Verse 10Ὁ εἷς ἔγραψεν, ὑπερισχύει ὁ οἶνος.Verse 11Ὁ ἕτερος ἔγραψεν, ὑπερισχύει ὁ βασιλεύς.Verse 12Ὁ τρίτος ἔγραψεν, ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.Verse 13Καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεὺς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.Verse 14Καὶ ἐξαποστείλας ἐκάλεσε πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας, καὶ τοὺς σατράπας καὶ στρατηγοὺς, καὶ τοπάρχας καὶ ὑπάτους,Verse 15καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν.Verse 16Καὶ εἶπε, καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσι τοὺς λόγους ἑαυτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν.Verse 17Καὶ εἶπαν αὐτοῖς, ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων.Verse 18Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου, καὶ ἔφη οὕτως, ἄνδρες,Verse 19πῶς ὑπερισχύει ὁ οἶνος; πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ, τὴν διάνοιαν τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·Verse 20καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·Verse 21καὶ πάσας καρδίας ποιεῖ πλουσιας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν.Verse 22Καὶ οὐ μέμνηνται, ὅταν πίνωσι, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σπῶνται τὰς μαχαίρας.Verse 23Καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηνται ἃ ἔπραξαν.Verse 24Ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.