1 Esdras 5 — BRE

5Verse 1Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες, καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι, καὶ τὰ κτήνη αὐτῶν.Verse 2Καὶ Δαρεῖος συναπέστειλε μετʼ αὐτῶν ἱππεῖς χιλίους, ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης, καὶ μετὰ μουσικῶν, τυμπάνων, καὶ αὐλῶν.Verse 3Καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετʼ ἐκείνων.Verse 4Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς, ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.Verse 5Οἱ ἱερεῖς υἱοὶ Φινεὲς, υἱοὶ Ἀαρὼν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυὶδ, ἐκ τῆς γενεᾶς Φαρὲς, φυλῆς δὲ Ἰούδα,Verse 6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ, μηνὶ Νισὰν τοῦ πρώτου μηνός.Verse 7Εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς γῆς Ἰουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα.Verse 8Καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴς ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ, καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνηνέος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Ῥεελίου, Ῥοΐμου, Βαανὰ, τῶν προηγουμένων αὐτῶν.Verse 9Ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος, δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο· υἱοὶ Σαφὰτ, τετρακόσιοι ἑβδομηκονταδύο.Verse 10Υἱοὶ Ἀρὲς, ἑπτακόσιοι πεντηκονταέξ.Verse 11Υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ἰωὰβ, δισχίλιοι ὀκτακόσιοι δεκαδύο.Verse 12Υἱοὶ Ἠλὰμ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· υἱοὶ Ζαθουῒ, ἐννακόσιοι ἑβδομηκονταπέντε· υἱοὶ Χορβὲ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανί, ἑξακόσιοι τεσσαρακονταοκτώ.Verse 13Υἱοὶ Βηβαὶ, ἑξακόσιοι τριακοντατρεῖς· υἱοὶ Ἀργαὶ, χίλιοι τριακόσιοι εἰκοσιδύο.Verse 14Υἱοὶ Ἀδωνικὰν, ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοῒ, δισχίλιοι ἑξακόσιοι ἕξ· υἱοὶ Ἀδινοὺ, τετρακόσιοι πεντηκοντατέσσαρες·Verse 15Υἱοὶ Ἀτὴρ Ἐζεκίου, ἐννενηκονταδύο· υἱοὶ Κιλὰν, καὶ Ἀζηνὰν, ἑξηκονταεπτά· υἱοὶ Ἀζαροὺ, τετρακόσιοι τριακονταδύο.Verse 16Υἱοὶ Ἁννὶς, ἑκατὸν εἷς· υἱοὶ Ἀρὸμ, τριακονταδύο· υἱοὶ Βασσαὶ, τριακόσιοι εἰκοσιτρεῖς· υἱοὶ Ἀρσιφουρὶθ, ἑκατὸν δύο.Verse 17Υἱοὶ Βαιτηροὺς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Βαιθλωμῶν, ἑκατὸν εἰκοσιτρεῖς.Verse 18Οἱ ἐκ Νετωφὰς, πεντηκονταπέντε· οἱ ἐξ Ἀναθὼθ, ἑκατὸν πεντηκονταοκτώ· οἱ ἐκ Βαιθασμὼν, τεσσαρακονταδύο.Verse 19Οἱ ἐκ Καριαθιρὶ, εἰκοσιπέντε· οἱ ἐκ Καφείρας, καὶ Βηρὼγ, ἑπτακόσιοι τεσσαρακοντατρεῖς.Verse 20Οἱ Χαδιασαὶ καὶ Ἁμμίδιοι, τετρακόσιοι εἰκοσιδύο· οι ἐκ Κιραμᾶς καὶ Γαββῆς, ἑξακόσιοι εἴκοσι εἷς.Verse 21Οἱ ἐκ Μακαλὼν, ἑκατὸν εἰκοσιδύο· οἱ ἐκ Βετολίῳ, πεντηκονταδύο· υἱοὶ Νιφὶς, ἑκατὸν πεντηκονταέξ.Verse 22Υἱοὶ Καλαμωλάλου, καὶ Ὠνοὺς, ἑπτακόσιοι εἰκοσιπέντε· υἱοὶ Ἱερεχοὺ, διακόσιοι τεσσαρακονταπέντε.Verse 23Υἱοὶ Σανάας, τρισχίλιοι τριακόσιοι εἷς.Verse 24Οἱ ἱερεῖς οἱ υἱοὶ Ἰεδδοὺ τοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ, ὀκτακόσιοι ἑβδομηκονταδύο· υἱοὶ Ἐμμηροὺθ, διακόσιοι πεντηκονταδύο.Verse 25Υἱοὶ Φασσούρου, χίλιοι τεσσαρακονταεπτά· υἱοὶ Χαρμι, διακόσιοι δεκαεπτά.Verse 26Οἱ Λευῖται οἱ υἱοὶ Ἰησοῦ, καὶ Καδοήλου, καὶ Βάννου, καὶ Σουδίου, ἑβδομηκοντατέσσαρες·Verse 27Οἱ ἱεροψάλται υἱοὶ Ἀσὰρ, ἑκατὸν εἰκοσιοκτώ.Verse 28Οἱ θυρωροὶ υἱοὶ Σαλοὺμ, υἱοὶ Ἀτὰρ, υἱοὶ Τολμὰν, υἱοὶ Δακοὺβ, Ἀτητὰ, υἱοὶ Τωβὶς, πάντες ἑκατὸν τριακονταεννέα.Verse 29Οἱ ἱερόδουλοι, υἱοὶ Ἡσαὺ, υἱοὶ Ἀσιφὰ, υἱοὶ Ταβαὼθ, υἱοὶ Κηρὰς, υἱοὶ Σουδὰ, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανὰ, υἱοὶ Ἀγραβὰ,Verse 30Υἱοὶ Ἀκοὺδ, υἱοὶ Οὐτὰ, υἱοὶ Κητὰβ, υἱοὶ Ἀκκαβὰ, υἱοὶ Συβαῒ, υἱοὶ Ἀνὰν, υἱοὶ Καθουὰ, υἱοὶ Γεδδοὺρ,Verse 31Υἱοὶ Ἰαΐρου, υἱοὶ Δαισὰν, υἱοὶ Νοεβὰ, υἱοὶ Χασεβά, υἱοὶ Καζηρὰ, υἱοὶ Ὀζίου, υἱοὶ Φινοὲ, υἱοὶ Ἀσαρὰ, υἱοὶ Βασθαῒ, υἱοὶ Ἀσσανὰ, υἱοὶ Μανὶ, υἱοὶ Ναφισὶ, υἱοὶ Ἀκοὺφ, υἱοὶ Ἀχιβὰ, υἱοὶ Ἀσοὺβ, υἱοὶ Φαρακὲμ, υἱοὶ Βασαλὲμ,Verse 32Υἱοὶ Μεεδδὰ, υἱοὶ Κουθὰ, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουὲ, υἱοὶ Σερὰρ, υἱοὶ Θομοῒ, υἱοὶ Νασί, υἱοὶ Ἀτεφά·Verse 33Υἱοὶ παίδων Σαλωμὼν, υἱοὶ Ἀσσαπφιὼθ, υἱοὶ Φαριρὰ, υἱοὶ Ἰειηλὶ, υἱοὶ Λοζὼν, υἱοὶ Ἰσδαὴλ, υἱοὶ Σαφυῒ,Verse 34Υἱοὶ Ἁγιὰ, υἱοὶ Φακαρὲθ, υἱοὶ Σαβιὴ, υἱοὶ Σαρωθὶ, υἱοὶ Μισαίας, υἱοὶ Γὰς, υἱοὶ Ἀδδοὺς, υἱοὶ Σουβὰ, υἱοὶ Ἀφεῤῥὰ, υἱοὶ Βαρωδὶς, υἱοὶ Σαφὰγ, υἱοὶ Ἀλλώμ·Verse 35Πάντες οἱ ἱερόδουλοι, καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο.Verse 36Οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ, καὶ Θελερσὰς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν, καὶ Ἀλάρ.Verse 37Καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενὰν, υἱοὶ Νεκωδὰν, ἑξακόσιοι πεντη· κονταδύο.Verse 38Καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης, καὶ οὐχ εὑρέθησαν, υἱοὶ Ὀβδία, υἱοὶ Ἁκβὼς, υἱοὶ Ἰαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.Verse 39Καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.Verse 40Καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ Ἀτθαρίας, μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.Verse 41Οἱ δὲ πάντες Ἰσραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα.Verse 42Παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά. ψάλται καὶ ψαλτῳδοὶ, διακόσιοι τεσσαρακονταπέντε·Verse 43Κάμηλοι τετρακόσιοι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταὲξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύλια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.Verse 44Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτούς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλὴμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοὺ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,Verse 45καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων, χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ στολὰς ἱερατικὰς ἑκατόν.Verse 46Καὶ κατῳκίσθησαν οἱ ἱερεῖς, καὶ οἱ Λευεῖται, καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἱερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται, καὶ οἱ θυρωροὶ, καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.Verse 47Ἐνστάντος δὲ τοῦ ἑβδόμον μηνὸς, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.Verse 48Καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ, ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ Ἰσραὴλ,Verse 49προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις, ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.Verse 50Καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς, καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν, καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινόν.Verse 51Καὶ ἐγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·Verse 52καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.Verse 53Καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς, ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.Verse 54Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ,Verse 55καὶ χάῤῥα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.Verse 56Καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἰερὸν τοῦ Θεοῦ εἰς Ἱερονσαλὴμ μηνὸς δευτέρου, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ ἀδελφοὶ αὐτῶν, καὶ οἱ ἱερεῖς οἱ Λευῖται, καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ,Verse 57καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἱερουσαλήμ.Verse 58Καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου· καὶ ἔστη Ἰησοῦς, καὶ οἱ υἱοὶ, καὶ οἱ ἀδελφοὶ, καὶ Καδμιὴλ ὁ ἀδελφὸς, καὶ οἱ υἱοὶ Ἠμαδαβοὺν, καὶ οἱ υἱοὶ Ἰωδὰ τοῦ Ἡλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου· καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυριου.Verse 59Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμενοι μετὰ μουσικῶν καὶ σαλπίγγων,Verse 60καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῶ Κυρίῳ, καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ Ἰσραήλ.Verse 61Καὶ ἐφώνησαν διʼ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ Ἰσραήλ.Verse 62Καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.Verse 63Καὶ ἤλθοσαν ἐκ τῶν ἱερεων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν, οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον, πρὸς τὴν τουτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης,Verse 64καὶ πολλοὶ διὰ σαλπιγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,Verse 65ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.Verse 66Καὶ ἀκούσαντες οἱ ἑχθροί τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν, ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.Verse 67Καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.Verse 68Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ Ἰησοῦ, καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς, συνοικοδομήσωμεν ὑμῖν.Verse 69Ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύομεν ἀφʼ ἡμερῶν Ἀσβακαφὰς βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.Verse 70Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραὴλ, οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν.Verse 71Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσωμεν τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κύρος ὁ βασιλεὺς Περσῶν.Verse 72Τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες, εἶργον τοῦ οἰκοδομεῖν,Verse 73καὶ βουλὰς δημαγωγοῦντες, καὶ συστάσεις ποιούμενοι, ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?