Tools
Commentary

Revelation 7 — TCG

See Hebrew/Greek in BSB →

The Sealing of the 144,000

7Verse 1+Καὶ μετὰ+τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί+τι δένδρον.Verse 2Καὶ εἶδον ἄλλον ἄγγελον+ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. Καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,Verse 3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα,+ἄχρις οὗ+σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.Verse 4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,+ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες,+ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
Verse 5ἐκ φυλῆς Ἰούδα+δώδεκα χιλιάδες+ἐσφραγισμέναι,
ἐκ φυλῆς+Ῥουβὶμ+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς Γὰδ+δώδεκα+χιλιάδες,
Verse 6ἐκ φυλῆς Ἀσὴρ+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς+Νεφθαλεὶμ+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς Μανασσῆ+δώδεκα+χιλιάδες,
Verse 7ἐκ φυλῆς Συμεὼν+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς+Λευῒ+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς+Ἰσαχὰρ+δώδεκα+χιλιάδες,
Verse 8ἐκ φυλῆς Ζαβουλὼν+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς Ἰωσὴφ+δώδεκα+χιλιάδες,
ἐκ φυλῆς+Βενιαμὶν+δώδεκα χιλιάδες+ἐσφραγισμέναι.

Praise from the Great Multitude

Verse 9Μετὰ ταῦτα+εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν+ἀριθμῆσαι οὐδεὶς+ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,+ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ+φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν.Verse 10Καὶ+κράζουσι φωνῇ μεγάλῃ, λέγοντες, Ἡ+σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.Verse 11Καὶ πάντες οἱ ἄγγελοι+εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ+ἔπεσον ἐνώπιον τοῦ θρόνου+αὐτοῦ ἐπὶ+τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,Verse 12λέγοντες,
Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία
καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ
καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς
τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Verse 13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον;Verse 14Καὶ+εἶπον αὐτῷ, Κύριέ+μου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ+ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ+ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
Verse 15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,
καὶ ὁ καθήμενος ἐπὶ+τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς.
Verse 16Οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν+ἔτι,
+οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα·
Verse 17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου+ποιμαίνει αὐτούς,
καὶ+ὁδηγεῖ αὐτοὺς ἐπὶ+ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον+ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?