Matthew 5 — TCG
The Beatitudes
5Verse 1Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ,+προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·Verse 2καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς, λέγων,Verse 3Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Verse 4Μακάριοι οἱ πενθοῦντες·
ὅτι αὐτοὶ παρακληθήσονται.
Verse 5Μακάριοι οἱ πρᾳεῖς·
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Verse 6Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην·
ὅτι αὐτοὶ χορτασθήσονται.
Verse 7Μακάριοι οἱ ἐλεήμονες·
ὅτι αὐτοὶ ἐλεηθήσονται.
Verse 8Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ·
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Verse 9Μακάριοι οἱ εἰρηνοποιοί·
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Verse 10Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης·
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.Verse 11Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν+ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.Verse 12Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.