Matthew 4 — TCG
The Temptation of Jesus
4Verse 1Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.Verse 2Καὶ νηστεύσας ἡμέρας+τεσσαράκοντα καὶ νύκτας+τεσσαράκοντα, ὕστερον ἐπείνασε.Verse 3Καὶ προσελθὼν+αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ,+εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.Verse 4Ὁ δὲ ἀποκριθεὶς εἶπε,Γέγραπται,Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται+ἄνθρωπος,
ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.Verse 5Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ+ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,Verse 6καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.Verse 7Ἔφη αὐτῷ ὁ Ἰησοῦς,Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.Verse 8Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,Verse 9καὶ+λέγει αὐτῷ, Ταῦτα+πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.Verse 10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς,Ὕπαγε+ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ,
Κύριον τὸν Θεόν σου προσκυνήσεις,
καὶ αὐτῷ μόνῳ λατρεύσεις.Verse 11Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
Verse 12Ἀκούσας δὲ+ὁ Ἰησοῦς ὅτι+Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·Verse 13καὶ καταλιπὼν τὴν+Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς+Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ+Νεφθαλείμ·Verse 14ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,Verse 15Γῆ Ζαβουλὼν καὶ γῆ+Νεφθαλείμ,ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
Verse 16ὁ λαὸς ὁ καθήμενος ἐν+σκότει
+εἶδε φῶς μέγα,
καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου,
φῶς ἀνέτειλεν αὐτοῖς.Verse 17Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν,Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.