Tools
Commentary

Matthew 20 — TCG

See Hebrew/Greek in BSB →

The Parable of the Workers in the Vineyard

20Verse 1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.Verse 2+Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.Verse 3Καὶ ἐξελθὼν περὶ+τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·Verse 4+καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.Verse 5Οἱ δὲ ἀπῆλθον.+Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ+ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως.Verse 6Περὶ δὲ τὴν ἑνδεκάτην+ὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας+ἀργούς, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;Verse 7Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα,+καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.Verse 8Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος+αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.Verse 9+Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.Verse 10+Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι+πλείονα+λήψονται· καὶ ἔλαβον+καὶ αὐτοὶ ἀνὰ δηνάριον.Verse 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου,Verse 12λέγοντες+ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους+ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.Verse 13Ὁ δὲ ἀποκριθεὶς+εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;Verse 14Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.Verse 15+Ἢ οὐκ ἔξεστί μοι+ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς;+Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;Verse 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι·+πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Jesus Predicts His Death and Resurrection a Third Time

Verse 17+Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν+ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς,Verse 18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,Verse 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ+ἀναστήσεται.

The Request of the Mother of James and John

Verse 20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι+παρ᾽ αὐτοῦ.Verse 21Ὁ δὲ εἶπεν αὐτῇ,Τί θέλεις;Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν+σου, καὶ εἷς ἐξ εὐωνύμων+σου, ἐν τῇ βασιλείᾳ σου.Verse 22Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν,+ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;Λέγουσιν αὐτῷ, Δυνάμεθα.Verse 23+Καὶ λέγει αὐτοῖς,Τὸ μὲν ποτήριόν μου πίεσθε,+καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων+μου οὐκ ἔστιν+ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.Verse 24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.Verse 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν,Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.Verse 26Οὐχ οὕτω+δὲ+ἔσται+ἐν ὑμῖν· ἀλλ᾽ ὃς+ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι+ἔσται ὑμῶν διάκονος·Verse 27καὶ ὃς+ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος,+ἔστω ὑμῶν δοῦλος·Verse 28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Jesus Heals Two Blind Men

Verse 29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ+Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.Verse 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες,+Ἐλέησον ἡμᾶς, Κύριε,+υἱὸς+Δαυίδ.Verse 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον+ἔκραζον, λέγοντες,+Ἐλέησον ἡμᾶς, Κύριε,+υἱὸς+Δαυίδ.Verse 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε,Τί θέλετε ποιήσω ὑμῖν;Verse 33Λέγουσιν αὐτῷ, Κύριε, ἵνα+ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.Verse 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν+ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν+αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?