Tools
Commentary

Matthew 19 — TCG

See Hebrew/Greek in BSB →

Questions About Divorce

19Verse 1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.Verse 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.Verse 3Καὶ+προσῆλθον αὐτῷ+οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες+αὐτῷ, Εἰ ἔξεστιν+ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;Verse 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν+αὐτοῖς,Οὐκ ἀνέγνωτε ὅτι ὁ+ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,Verse 5καὶ εἶπεν,+Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν+πατέρα καὶ τὴν μητέρα, καὶ+προσκολληθήσεται+τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;Verse 6Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.Verse 7Λέγουσιν αὐτῷ, Τί οὖν+Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι+αὐτήν;Verse 8Λέγει αὐτοῖς ὅτι+Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.Verse 9Λέγω δὲ ὑμῖν+ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ,+μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται·+καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.Verse 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ+αὐτοῦ, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.Verse 11Ὁ δὲ εἶπεν αὐτοῖς,Οὐ πάντες χωροῦσι τὸν λόγον+τοῦτον, ἀλλ᾽ οἷς δέδοται.Verse 12Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.

Let the Little Children Come to Me

Verse 13Τότε+προσηνέχθη αὐτῷ παιδία, ἵνα+τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.Verse 14Ὁ δὲ Ἰησοῦς εἶπεν,Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.Verse 15Καὶ ἐπιθεὶς+αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.

The Rich Young Ruler

Verse 16Καὶ ἰδού,+εἷς προσελθὼν+εἶπεν αὐτῷ, Διδάσκαλε+ἀγαθέ, τί ἀγαθὸν ποιήσω, ἵνα+ἔχω ζωὴν αἰώνιον;Verse 17Ὁ δὲ εἶπεν αὐτῷ,Τί με+λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις+εἰσελθεῖν εἰς τὴν ζωήν,+τήρησον τὰς ἐντολάς.Verse 18Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς+εἶπε,Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις·Verse 19τίμα τὸν+πατέρα καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Verse 20Λέγει αὐτῷ ὁ νεανίσκος,+Πάντα ταῦτα+ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;Verse 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς,Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς+πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν+οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.Verse 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν+λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.Verse 23Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ,Ἀμὴν λέγω ὑμῖν ὅτι+δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Verse 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ+τρυπήματος ῥαφίδος+διελθεῖν, ἢ πλούσιον+εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.Verse 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ+αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;Verse 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα+δυνατά.Verse 27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;Verse 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς,Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ+παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ,+καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.Verse 29Καὶ πᾶς+ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα,+ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ+ὀνόματός μου,+ἑκατονταπλασίονα+λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.Verse 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?