Mark 4 — TCG See Hebrew/Greek in BSB → The Parable of the Sower4Verse 1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ+συνήχθη πρὸς αὐτὸν ὄχλος+πολύς, ὥστε αὐτὸν+ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς+ἦν.Verse 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,Verse 3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων+τοῦ σπεῖραι.Verse 4Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε+παρὰ τὴν ὁδόν, καὶ+ἦλθε τὰ+πετεινὰ καὶ κατέφαγεν αὐτό.Verse 5+Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες,+ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ+εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Verse 6+ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.Verse 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.Verse 8Καὶ+ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ+αὐξάνοντα, καὶ ἔφερεν+ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.Verse 9Καὶ+ἔλεγεν,+Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.The Purpose of Speaking in ParablesVerse 10+Ὅτε δὲ ἐγένετο καταμόνας,+ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα+τὴν παραβολήν.Verse 11Καὶ ἔλεγεν αὐτοῖς,Ὑμῖν+δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα+γίνεται·Verse 12ἵναβλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι·καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι·μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς+τὰ ἁμαρτήματα.The Parable of the Sower ExplainedVerse 13Καὶ λέγει αὐτοῖς,Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;Verse 14Ὁ σπείρων τὸν λόγον σπείρει.Verse 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν,+εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον+ἐν ταῖς καρδίαις αὐτῶν.Verse 16Καὶ οὗτοί+εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον,+εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,Verse 17καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον,+εὐθέως σκανδαλίζονται.Verse 18Καὶ+οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι,+οἱ τὸν λόγον+ἀκούοντες,Verse 19καὶ αἱ μέριμναι τοῦ αἰῶνος+τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι+συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος+γίνεται.Verse 20Καὶ+οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν,+ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.A Lamp Under a BasketVerse 21Καὶ ἔλεγεν αὐτοῖς,+Μήτι+ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν+κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν+ἐπιτεθῇ;Verse 22Οὐ γάρ ἐστί+τι κρυπτόν,+ὃ+ἐὰν+μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα+εἰς φανερὸν ἔλθῃ.Verse 23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.Verse 24Καὶ ἔλεγεν αὐτοῖς,Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε+μετρηθήσεται ὑμῖν,+καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.Verse 25Ὃς γὰρ+ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.The Parable of the Growing SeedVerse 26Καὶ ἔλεγεν,Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς+ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,Verse 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος+βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.Verse 28Αὐτομάτη+γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον,+εἶτα στάχυν, εἶτα+πλήρη σῖτον ἐν τῷ στάχυϊ.Verse 29Ὅταν δὲ+παραδῷ ὁ καρπός,+εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.The Parable of the Mustard SeedVerse 30Καὶ ἔλεγε,+Τίνι+ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν+ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;Verse 31Ὡς+κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς,+μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·Verse 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ+γίνεται+πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ+κατασκηνοῦν.The Use of ParablesVerse 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς+ἐδύναντο ἀκούειν·Verse 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει+αὐτοῖς·+κατ᾽ ἰδίαν δὲ τοῖς+μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.Jesus Calms a StormVerse 35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης,Διέλθωμεν εἰς τὸ πέραν.Verse 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα+δὲ+πλοιάρια ἦν μετ᾽ αὐτοῦ.Verse 37Καὶ+γίνεται λαῖλαψ+ἀνέμου μεγάλη·+τὰ δὲ κύματα+ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε+αὐτὸ ἤδη γεμίζεσθαι.Verse 38Καὶ+ἦν αὐτὸς+ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ+διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;Verse 39Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ,Σιώπα, πεφίμωσο.Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.Verse 40Καὶ εἶπεν αὐτοῖς,Τί δειλοί ἐστε+οὕτω;+Πῶς οὐκ ἔχετε πίστιν;Verse 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα+ὑπακούουσιν αὐτῷ; Chapter 3 Chapter 5
Mark 4 — TCG
See Hebrew/Greek in BSB →
The Parable of the Sower
4Verse 1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ+συνήχθη πρὸς αὐτὸν ὄχλος+πολύς, ὥστε αὐτὸν+ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς+ἦν.Verse 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,Verse 3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων+τοῦ σπεῖραι.Verse 4Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε+παρὰ τὴν ὁδόν, καὶ+ἦλθε τὰ+πετεινὰ καὶ κατέφαγεν αὐτό.Verse 5+Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες,+ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ+εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Verse 6+ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.Verse 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.Verse 8Καὶ+ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ+αὐξάνοντα, καὶ ἔφερεν+ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.Verse 9Καὶ+ἔλεγεν,+Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.The Purpose of Speaking in Parables
Verse 10+Ὅτε δὲ ἐγένετο καταμόνας,+ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα+τὴν παραβολήν.Verse 11Καὶ ἔλεγεν αὐτοῖς,Ὑμῖν+δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα+γίνεται·Verse 12ἵναβλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι·
καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι·
μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς+τὰ ἁμαρτήματα.
The Parable of the Sower Explained
Verse 13Καὶ λέγει αὐτοῖς,Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;Verse 14Ὁ σπείρων τὸν λόγον σπείρει.Verse 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν,+εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον+ἐν ταῖς καρδίαις αὐτῶν.Verse 16Καὶ οὗτοί+εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον,+εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,Verse 17καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον,+εὐθέως σκανδαλίζονται.Verse 18Καὶ+οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι,+οἱ τὸν λόγον+ἀκούοντες,Verse 19καὶ αἱ μέριμναι τοῦ αἰῶνος+τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι+συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος+γίνεται.Verse 20Καὶ+οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν,+ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.A Lamp Under a Basket
Verse 21Καὶ ἔλεγεν αὐτοῖς,+Μήτι+ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν+κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν+ἐπιτεθῇ;Verse 22Οὐ γάρ ἐστί+τι κρυπτόν,+ὃ+ἐὰν+μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα+εἰς φανερὸν ἔλθῃ.Verse 23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.Verse 24Καὶ ἔλεγεν αὐτοῖς,Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε+μετρηθήσεται ὑμῖν,+καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.Verse 25Ὃς γὰρ+ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.The Parable of the Growing Seed
Verse 26Καὶ ἔλεγεν,Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς+ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,Verse 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος+βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.Verse 28Αὐτομάτη+γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον,+εἶτα στάχυν, εἶτα+πλήρη σῖτον ἐν τῷ στάχυϊ.Verse 29Ὅταν δὲ+παραδῷ ὁ καρπός,+εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.The Parable of the Mustard Seed
Verse 30Καὶ ἔλεγε,+Τίνι+ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν+ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;Verse 31Ὡς+κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς,+μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·Verse 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ+γίνεται+πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ+κατασκηνοῦν.The Use of Parables
Verse 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς+ἐδύναντο ἀκούειν·Verse 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει+αὐτοῖς·+κατ᾽ ἰδίαν δὲ τοῖς+μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.Jesus Calms a Storm
Verse 35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης,Διέλθωμεν εἰς τὸ πέραν.Verse 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα+δὲ+πλοιάρια ἦν μετ᾽ αὐτοῦ.Verse 37Καὶ+γίνεται λαῖλαψ+ἀνέμου μεγάλη·+τὰ δὲ κύματα+ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε+αὐτὸ ἤδη γεμίζεσθαι.Verse 38Καὶ+ἦν αὐτὸς+ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ+διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;Verse 39Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ,Σιώπα, πεφίμωσο.Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.Verse 40Καὶ εἶπεν αὐτοῖς,Τί δειλοί ἐστε+οὕτω;+Πῶς οὐκ ἔχετε πίστιν;Verse 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα+ὑπακούουσιν αὐτῷ;