See Hebrew/Greek in BSB →
Jesus Heals a Man with a Withered Hand
3Verse 1Καὶ εἰσῆλθε πάλιν εἰςτὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.Verse 2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.Verse 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷἐξηραμμένην ἔχοντι τὴν χεῖρα,Ἔγειραι εἰς τὸ μέσον.Verse 4Καὶ λέγει αὐτοῖς,Ἔξεστι τοῖς σάββασινἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;Οἱ δὲ ἐσιώπων.Verse 5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς,συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ,Ἔκτεινον τὴν χεῖράσου.Καὶ ἐξέτεινε, καὶἀποκατεστάθη ἡ χεὶρ αὐτοῦὑγιὴς ὡς ἡ ἄλλη.Verse 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοιεὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιονἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.A Great Multitude Follows Jesus
Verse 7Καὶ ὁ Ἰησοῦςἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίαςἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας,Verse 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶοἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ,ἀκούσαντες ὅσαἐποίει,ἦλθον πρὸς αὐτόν.Verse 9Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.Verse 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.Verse 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸνἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε,λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.Verse 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴφανερὸν αὐτὸν ποιήσωσι.The Twelve Apostles
Verse 13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.Verse 14Καὶ ἐποίησεδώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν,Verse 15καὶ ἔχειν ἐξουσίανθεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια·Verse 16καὶ ἐπέθηκετῷ Σίμωνι ὄνομα Πέτρον·Verse 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶἸωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖςὀνόματαΒοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·Verse 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶΜατθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸνΚανανίτην,Verse 19καὶ ἸούδανἸσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Jesus and Beelzebul Καὶἔρχονται εἰς οἶκον·Verse 20καὶ συνέρχεται πάλινὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺςμήτε ἄρτον φαγεῖν.Verse 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.Verse 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτιΒεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.Verse 23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς,Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;Verse 24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.Verse 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐδύναταισταθῆναι ἡ οἰκία ἐκείνη.Verse 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶμεμέρισται, οὐ δύναταισταθῆναι, ἀλλὰ τέλος ἔχει.Verse 27Οὐδεὶς δύναταιτὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦδιαρπάσῃ.Verse 28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεταιτὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶβλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·Verse 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα,ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίουκρίσεως.Verse 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.Jesus' Mother and Brothers
Verse 31Ἔρχονται οὖνοἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξωἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν,φωνοῦντες αὐτόν.Verse 32Καὶ ἐκάθητοὄχλος περὶ αὐτόν·εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σουκαὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε.Verse 33Καὶἀπεκρίθη αὐτοῖς λέγων,Τίς ἐστιν ἡ μήτηρ μουἢ οἱ ἀδελφοίμου;Verse 34Καὶ περιβλεψάμενοςκύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει,Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.Verse 35Ὃςγὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφήμου καὶμήτηρ ἐστί.