See Hebrew/Greek in BSB →
Friendship with the World
4Verse 1Πόθεν πόλεμοι καὶμάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;Verse 2Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε.Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·Verse 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.Verse 4Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃςἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.Verse 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃκατῴκησεν ἐν ἡμῖν,Verse 6μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 7Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητεδὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.Verse 8Ἐγγίσατε τῷ Θεῷ, καὶἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.Verse 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθοςμεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.Verse 10Ταπεινώθητε ἐνώπιοντοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.Speaking Evil Against One Another
Verse 11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί.Ὁ καταλαλῶν ἀδελφοῦκαὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.Verse 12Εἷς ἐστινὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺδὲ τίς εἶὃς κρίνεις τὸνἕτερον;Boasting About Tomorrow
Verse 13Ἄγε νῦν οἱ λέγοντες, Σήμερονκαὶ αὔριονπορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶποιήσωμεν ἐκεῖ ἐνιαυτὸνἕνα καὶἐμπορευσώμεθα καὶκερδήσωμεν,Verse 14οἵτινες οὐκ ἐπίστασθετὸ τῆς αὔριον—ποίαγὰρ ἡ ζωὴὑμῶν; ἀτμὶς γὰρἔσταιἡ πρὸς ὀλίγον φαινομένη, ἔπειταδὲ καὶ ἀφανιζομένη—Verse 15ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριοςθελήσῃ, καὶζήσωμεν καὶποιήσωμεν τοῦτο ἢ ἐκεῖνο.Verse 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖςἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.Verse 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.