James 4 — TCG See Hebrew/Greek in BSB → Friendship with the World4Verse 1Πόθεν πόλεμοι καὶ+μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;Verse 2Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε.+Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·Verse 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.Verse 4+Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς+ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.Verse 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ+κατῴκησεν ἐν ἡμῖν,Verse 6μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 7Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε+δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.Verse 8Ἐγγίσατε τῷ Θεῷ, καὶ+ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.Verse 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος+μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.Verse 10Ταπεινώθητε ἐνώπιον+τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.Speaking Evil Against One AnotherVerse 11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί.+Ὁ καταλαλῶν ἀδελφοῦ+καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.Verse 12Εἷς ἐστιν+ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ+δὲ τίς εἶ+ὃς κρίνεις τὸν+ἕτερον;Boasting About TomorrowVerse 13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον+καὶ αὔριον+πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ+ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν+ἕνα καὶ+ἐμπορευσώμεθα καὶ+κερδήσωμεν,Verse 14οἵτινες οὐκ ἐπίστασθε+τὸ τῆς αὔριον—ποία+γὰρ ἡ ζωὴ+ὑμῶν; ἀτμὶς γὰρ+ἔσται+ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα+δὲ καὶ ἀφανιζομένη—Verse 15ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος+θελήσῃ, καὶ+ζήσωμεν καὶ+ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο.Verse 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς+ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.Verse 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Chapter 3 Chapter 5
James 4 — TCG
See Hebrew/Greek in BSB →
Friendship with the World
4Verse 1Πόθεν πόλεμοι καὶ+μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;Verse 2Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε.+Οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·Verse 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.Verse 4+Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς+ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.Verse 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ+κατῴκησεν ἐν ἡμῖν,Verse 6μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 7Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε+δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.Verse 8Ἐγγίσατε τῷ Θεῷ, καὶ+ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.Verse 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος+μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.Verse 10Ταπεινώθητε ἐνώπιον+τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.Speaking Evil Against One Another
Verse 11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί.+Ὁ καταλαλῶν ἀδελφοῦ+καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.Verse 12Εἷς ἐστιν+ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ+δὲ τίς εἶ+ὃς κρίνεις τὸν+ἕτερον;Boasting About Tomorrow
Verse 13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον+καὶ αὔριον+πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ+ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν+ἕνα καὶ+ἐμπορευσώμεθα καὶ+κερδήσωμεν,Verse 14οἵτινες οὐκ ἐπίστασθε+τὸ τῆς αὔριον—ποία+γὰρ ἡ ζωὴ+ὑμῶν; ἀτμὶς γὰρ+ἔσται+ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα+δὲ καὶ ἀφανιζομένη—Verse 15ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος+θελήσῃ, καὶ+ζήσωμεν καὶ+ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο.Verse 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς+ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.Verse 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.