See Hebrew/Greek in BSB →
Put On the New Self
3Verse 1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.Verse 2Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.Verse 3Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.Verse 4Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.Verse 5Νεκρώσατε οὖν τὰ μέληὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶνεἰδωλολατρεία,Verse 6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·Verse 7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐναὐτοῖς.Verse 8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·Verse 9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,Verse 10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·Verse 11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰτὰ πάντα καὶ ἐν πᾶσι Χριστός.Verse 12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχναοἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην,πρᾳότητα, μακροθυμίαν·Verse 13ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁΧριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·Verse 14ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην,ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.Verse 15Καὶ ἡ εἰρήνη τοῦΘεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοιγίνεσθε.Verse 16Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς,καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐνχάριτι ᾄδοντες ἐντῇ καρδίᾳ ὑμῶν τῷΚυρίῳ.Verse 17Καὶ πᾶν ὅ τιἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷκαὶ πατρὶ δι᾽ αὐτοῦ.Rules for Christian Households
Verse 18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖςἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.Verse 19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.Verse 20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρἐστιν εὐάρεστονἐν Κυρίῳ.Verse 21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.Verse 22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐνὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸνΘεόν·Verse 23καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·Verse 24εἰδότες ὅτι ἀπὸ Κυρίουλήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷγὰρ Κυρίῳ Χριστῷ δουλεύετε.Verse 25Ὁδὲ ἀδικῶνκομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστιπροσωποληψία.