See Hebrew/Greek in BSB →
2Verse 1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχωπερὶ ὑμῶν καὶ τῶν ἐνΛαοδικείᾳ, καὶ ὅσοι οὐχἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,Verse 2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν,συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰςπάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦκαὶ πατρὸς καὶ τοῦ Χριστοῦ,Verse 3ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶτῆς γνώσεως ἀπόκρυφοι.Verse 4Τοῦτοδὲ λέγω, ἵναμή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.Verse 5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Fullness of Life in Christ
Verse 6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,Verse 7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοιἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντεςἐν αὐτῇ ἐν εὐχαριστίᾳ.Verse 8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν·Verse 9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,Verse 10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·Verse 11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματοςτῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,Verse 12συνταφέντες αὐτῷ ἐν τῷβαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκτῶν νεκρῶν.Verse 13Καὶ ὑμᾶς, νεκροὺς ὄνταςἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν,συνεζῳοποίησενὑμᾶς σὺν αὐτῷ, χαρισάμενοςἡμῖν πάντα τὰ παραπτώματα,Verse 14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ·Verse 15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.Verse 16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσειἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢνουμηνίας ἢ σαββάτων·Verse 17ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμαΧριστοῦ.Verse 18Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃμὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,Verse 19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶσυμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.Verse 20Εἰ ἀπεθάνετε σὺνΧριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,Verse 21Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς—Verse 22ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;Verse 23Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐνἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.