Acts 4 — TCG
Peter and John Brought Before the Council
4Verse 1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ+ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,Verse 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν+τῶν νεκρῶν.Verse 3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.Verse 4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη+ὁ ἀριθμὸς τῶν ἀνδρῶν+ὡσεὶ χιλιάδες πέντε.Verse 5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ+πρεσβυτέρους καὶ+γραμματεῖς+εἰς Ἱερουσαλήμ,Verse 6καὶ+Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.Verse 7Καὶ στήσαντες αὐτοὺς ἐν+μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;Verse 8Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι+τοῦ Ἰσραήλ,Verse 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος+σέσῳσται·Verse 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.Verse 11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν+οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.Verse 12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία·+οὔτε γὰρ ὄνομά+ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.Verse 13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ+Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.Verse 14Τὸν+δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα+τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.Verse 15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν,+συνέβαλλον πρὸς ἀλλήλους,Verse 16λέγοντες, Τί+ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα+ἀρνήσασθαι.Verse 17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,+ἀπειλῇ+ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ+ἀνθρώπων.Verse 18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν+αὐτοῖς+τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.Verse 19Ὁ δὲ Πέτρος καὶ+Ἰωάννης ἀποκριθέντες+πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.Verse 20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ+εἴδομεν καὶ+ἠκούσαμεν, μὴ λαλεῖν.Verse 21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς+κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι.Verse 22Ἐτῶν γὰρ ἦν πλειόνων+τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν+ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.The Believers Pray for Boldness
Verse 23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ+ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι+εἶπον.Verse 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ+εἶπον, Δέσποτα, σὺ+ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·Verse 25ὁ+διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,Ἵνα τί ἐφρύαξαν ἔθνη,
καὶ λαοὶ ἐμελέτησαν κενά;
Verse 26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·Verse 27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας+ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος+Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,Verse 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή+σου προώρισε γενέσθαι.Verse 29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,Verse 30ἐν τῷ τὴν χεῖρά+σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.Verse 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες+Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.