See Hebrew/Greek in BSB →
Peter Heals a Lame Man
3Verse 1Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶἸωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴνἐνάτην.Verse 2Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.Verse 3Ὃς ἰδὼν Πέτρον καὶἸωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώταἐλεημοσύνην.Verse 4Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷἸωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς.Verse 5Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.Verse 6Εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου,ἔγειραι καὶ περιπάτει.Verse 7Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸςἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαναὐτοῦ αἱ βάσεις καὶ τὰσφυρά.Verse 8Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.Verse 9Καὶ εἶδεναὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·Verse 10ἐπεγίνωσκόντε αὐτὸν ὅτιοὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.Peter Speaks in Solomon's Portico
Verse 11Κρατοῦντος δὲτοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.Verse 12Ἰδὼν δὲΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἌνδρεςἸσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;Verse 13Ὁ Θεὸς Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖςμὲν παρεδώκατε, καὶ ἠρνήσασθεαὐτὸν κατὰ πρόσωπονΠιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.Verse 14Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,Verse 15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.Verse 16Καὶἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.Verse 17Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.Verse 18Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶναὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.Verse 19Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε,εἰς τὸἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου,Verse 20καὶ ἀποστείλῃ τὸνπροκεχειρισμένον ὑμῖνΧριστὸν Ἰησοῦν·Verse 21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματοςπάντωντῶν ἁγίωναὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.Verse 22Μωσῆς μὲνγὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸςὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.Verse 23Ἔσται δέ, πᾶσα ψυχή, ἥτιςἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου,ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.Verse 24Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶκατήγγειλαν τὰς ἡμέρας ταύτας.Verse 25Ὑμεῖς ἐστευἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧςδιέθετο ὁ Θεὸς πρὸς τοὺς πατέραςἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶἐν τῷ σπέρματί σουἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.Verse 26Ὑμῖν πρῶτονὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦἸησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.