See Hebrew/Greek in BSB →
Peter Reports to the Church in Jerusalem
11Verse 1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.Verse 2Καὶ ὅτε ἀνέβη Πέτρος εἰςἹεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,Verse 3λέγοντες ὅτιΠρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.Verse 4Ἀρξάμενος δὲὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,Verse 5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·Verse 6εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.Verse 7Ἤκουσαδὲ φωνῆς λεγούσης μοι,Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.Verse 8Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτιπᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.Verse 9Ἀπεκρίθη δέμοιφωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ,Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.Verse 10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶπάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.Verse 11Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗἤμην, ἀπεσταλμένοι ἀπὸΚαισαρείας πρός με.Verse 12Εἶπε δέμοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲνδιακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·Verse 13ἀπήγγειλέτε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντααὐτῷ, Ἀπόστειλον εἰς Ἰόππηνἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,Verse 14ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.Verse 15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.Verse 16Ἐμνήσθην δὲ τοῦ ῥήματοςΚυρίου, ὡςἔλεγεν,Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.Verse 17Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἸησοῦνΧριστόν, ἐγὼδὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;Verse 18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄραγε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιανἔδωκεν εἰς ζωήν.The Church in Antioch
Verse 19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.Verse 20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινεςεἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουνπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.Verse 21Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸςπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.Verse 22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆςἐνἹεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβανδιελθεῖν ἕως Ἀντιοχείας·Verse 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειντῷ Κυρίῳ·Verse 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.Verse 25Ἐξῆλθε δὲ εἰς Ταρσὸνὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,Verse 26καὶ εὑρὼνἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲαὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναιτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τεπρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.Verse 27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.Verse 28Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος,ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸνμέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην·ὅστις καὶ ἐγένετο ἐπὶ ΚλαυδίουΚαίσαρος.Verse 29Τῶν δὲ μαθητῶν καθὼςεὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·Verse 30ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.