See Hebrew/Greek in BSB →
Greeting
1Verse 1Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.Verse 2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.Verse 3Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.Verse 4Μειζοτέραν τούτων οὐκ ἔχωχαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐνἀληθείᾳ περιπατοῦντα.Gaius Commended
Verse 5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶεἰς τοὺς ξένους,Verse 6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ.Verse 7Ὑπὲρ γὰρ τοῦὀνόματοςἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶνἐθνῶν.Verse 8Ἡμεῖς οὖν ὀφείλομενἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.Diotrephes Denounced
Verse 9Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.Verse 10Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.Demetrius Commended
Verse 11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν·ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν.Verse 12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶοἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.Final Greetings
Verse 13Πολλὰ εἶχονγράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοιγράψαι·Verse 14ἐλπίζω δὲ εὐθέωςἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.