See Hebrew/Greek in BSB →
Greeting
1Verse 1Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,Verse 2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·Verse 3ἔσται μεθ᾽ἡμῶν χάρις, ἔλεος, εἰρήνηπαρὰ Θεοῦ πατρός, καὶ παρὰΚυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.Walking in Truth and Love
Verse 4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.Verse 5Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴνγράφων σοι καινήν,ἀλλ᾽ ἣνεἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.Verse 6Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτηἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.Verse 7Ὅτι πολλοὶ πλάνοιεἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.Verse 8Βλέπετε ἑαυτούς, ἵνα μὴἀπολέσωμεν ἃεἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.Verse 9Πᾶς ὁπαραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει·ὁ μένων ἐν τῇ διδαχῇτοῦ Χριστοῦ, οὗτος καὶ τὸνπατέρα καὶ τὸν υἱὸν ἔχει.Verse 10Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·Verse 11ὁγὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.Final Greetings
Verse 12Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκἐβουλήθην διὰ χάρτου καὶ μέλανος·ἀλλὰ ἐλπίζωἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰἡμῶνᾖ πεπληρωμένη.Verse 13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.Ἀμήν.