Tools
Commentary

1 Peter 5 — TCG

See Hebrew/Greek in BSB →

Exhortation to Elders

5Verse 1Πρεσβυτέρους+τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ+συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·Verse 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,+ἐπισκοποῦντες μὴ ἀναγκαστῶς,+ἀλλ᾽+ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·Verse 3+μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.Verse 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.Verse 5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις+ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,Verse 7πᾶσαν τὴν μέριμναν ὑμῶν+ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει+περὶ ὑμῶν.Verse 8Νήψατε,+γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,+περιπατεῖ ζητῶν+τινα καταπιεῖν·Verse 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν+κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.Verse 10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας+ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ+Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς+καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.Verse 11Αὐτῷ+ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας+τῶν αἰώνων. Ἀμήν.

Final Greetings

Verse 12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν+ἑστήκατε.Verse 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.Verse 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ+Ἰησοῦ.+Ἀμήν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?