1 Peter 5 — TCG See Hebrew/Greek in BSB → Exhortation to Elders5Verse 1Πρεσβυτέρους+τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ+συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·Verse 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,+ἐπισκοποῦντες μὴ ἀναγκαστῶς,+ἀλλ᾽+ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·Verse 3+μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.Verse 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.Verse 5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις+ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,Verse 7πᾶσαν τὴν μέριμναν ὑμῶν+ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει+περὶ ὑμῶν.Verse 8Νήψατε,+γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,+περιπατεῖ ζητῶν+τινα καταπιεῖν·Verse 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν+κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.Verse 10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας+ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ+Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς+καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.Verse 11Αὐτῷ+ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας+τῶν αἰώνων. Ἀμήν.Final GreetingsVerse 12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν+ἑστήκατε.Verse 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.Verse 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ+Ἰησοῦ.+Ἀμήν. Chapter 4 2 Peter 1
1 Peter 5 — TCG
See Hebrew/Greek in BSB →
Exhortation to Elders
5Verse 1Πρεσβυτέρους+τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ+συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·Verse 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,+ἐπισκοποῦντες μὴ ἀναγκαστῶς,+ἀλλ᾽+ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·Verse 3+μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.Verse 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.Verse 5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις+ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.Verse 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,Verse 7πᾶσαν τὴν μέριμναν ὑμῶν+ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει+περὶ ὑμῶν.Verse 8Νήψατε,+γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,+περιπατεῖ ζητῶν+τινα καταπιεῖν·Verse 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν+κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.Verse 10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας+ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ+Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς+καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.Verse 11Αὐτῷ+ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας+τῶν αἰώνων. Ἀμήν.Final Greetings
Verse 12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν+ἑστήκατε.Verse 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.Verse 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ+Ἰησοῦ.+Ἀμήν.