1 Peter 3 — TCG
Wives and Husbands
3Verse 1Ὁμοίως,+αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα,+καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου+κερδηθήσονται,Verse 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.Verse 3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος·Verse 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ+πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον+τοῦ Θεοῦ πολυτελές.Verse 5Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι+ἐπὶ+Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·Verse 6ὡς Σάρρα+ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς+ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.Verse 7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ+συγκληρονόμοι χάριτος+ζωῆς, εἰς τὸ μὴ+ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.Suffering for Righteousness' Sake
Verse 8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι,+φιλόφρονες·Verse 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες,+εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.Verse 10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν,καὶ+ἰδεῖν ἡμέρας ἀγαθάς,
παυσάτω τὴν γλῶσσαν+αὐτοῦ ἀπὸ κακοῦ,
καὶ χείλη+αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον·
Verse 11+ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν·
ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
Verse 12Ὅτι+ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους,
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.Verse 13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ+μιμηταὶ γένησθε;Verse 14Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε·Verse 15Κύριον δὲ τὸν+Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι+δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,+μετὰ πρᾳΰτητος καὶ φόβου·Verse 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ+καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν+τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.Verse 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ+θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.Verse 18Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν+ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα+ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ+πνεύματι,Verse 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,Verse 20ἀπειθήσασί ποτε, ὅτε+ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν+ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος·Verse 21+ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,Verse 22ὅς ἐστιν ἐν δεξιᾷ+τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.