1 Peter 2 — TCG
Christ the Living Stone
2Verse 1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ+ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,Verse 2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ+αὐξηθῆτε,Verse 3+εἴπερ ἐγεύσασθε ὅτι+χρηστὸς ὁ Κύριος·Verse 4πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,Verse 5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός,+ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους+τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.Verse 6+Διότι περιέχει+ἐν τῇ γραφῇ,Ἰδού, τίθημι ἐν Σιὼν λίθον+ἀκρογωνιαῖον,
ἐκλεκτόν, ἔντιμον,
καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.Verse 7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν,+ἀπειθοῦσι δέ,
+Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,Verse 8καί,
Λίθος προσκόμματος
καὶ πέτρα σκανδάλου·
οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.Verse 9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·Verse 10οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.