See Hebrew/Greek in BSB →
The Rights of an Apostle
9Verse 1Οὐκ εἰμὶἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ ἸησοῦνΧριστὸν τὸν Κύριον ἡμῶνἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;Verse 2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶςτῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.Verse 3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιναὕτη ἐστί.Verse 4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶπιεῖν;Verse 5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;Verse 6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαντοῦ μὴ ἐργάζεσθαι;Verse 7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει;Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;Verse 8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢοὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;Verse 9Ἐν γὰρ τῷΜωϋσέως νόμῳ γέγραπται, Οὐφιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;Verse 10Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτιἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶντῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.Verse 11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;Verse 12Εἰ ἄλλοι τῆςἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.Verse 13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοιἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳπροσεδρεύοντες τῷ θυσιαστηρίῳσυμμερίζονται;Verse 14Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.Verse 15Ἐγὼ δὲοὐδενὶ ἐχρησάμην τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μουἵνα τις κενώσῃ.Verse 16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶδὲ μοί ἐστιν, ἐὰν μὴεὐαγγελίζωμαι.Verse 17Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.Verse 18Τίς οὖνμοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιοντοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.Verse 19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.Verse 20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸνόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·Verse 21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομοςΘεῷ ἀλλ᾽ ἔννομοςΧριστῷ, ἵνακερδήσωἀνόμους.Verse 22Ἐγενόμην τοῖς ἀσθενέσινὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονατὰ πάντα, ἵνα πάντως τινὰς σώσω.Verse 23Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνασυγκοινωνὸς αὐτοῦ γένωμαι.Verse 24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε.Verse 25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.Verse 26Ἐγὼ τοίνυν οὕτω τρέχω ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέραδέρων·Verse 27ἀλλ᾽ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.