Tools
Commentary

1 Corinthians 10 — TCG

See Hebrew/Greek in BSB →

Warning Against Idolatry

10Verse 1Οὐ θέλω+δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,Verse 2καὶ πάντες εἰς τὸν+Μωϋσῆν+ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,Verse 3καὶ πάντες τὸ αὐτὸ+βρῶμα πνευματικὸν ἔφαγον,Verse 4καὶ πάντες τὸ αὐτὸ+πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ+δὲ πέτρα ἦν ὁ Χριστός.Verse 5Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν+εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.Verse 6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.Verse 7Μηδὲ εἰδωλολάτραι+γίνεσθε, καθώς τινες αὐτῶν·+ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ+πιεῖν, καὶ ἀνέστησαν παίζειν.Verse 8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ+ἔπεσον+ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.Verse 9Μηδὲ ἐκπειράζωμεν τὸν+Χριστόν, καθὼς+καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων+ἀπώλοντο.Verse 10Μηδὲ γογγύζετε,+καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.Verse 11Ταῦτα δὲ+πάντα+τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων+κατήντησεν.Verse 12Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.Verse 13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος·+πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι+ὑμᾶς ὑπενεγκεῖν.Verse 14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς+εἰδωλολατρείας.Verse 15Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.Verse 16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία+τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;Verse 17Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.Verse 18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα·+οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;Verse 19Τί οὖν φημι; Ὅτι+εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;Verse 20Ἀλλ᾽ ὅτι ἃ+θύει τὰ ἔθνη, δαιμονίοις+θύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων+γίνεσθαι.Verse 21Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.Verse 22Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

Do Everything for the Glory of God

Verse 23Πάντα+μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάντα+μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.Verse 24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου+ἕκαστος.Verse 25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·Verse 26Τοῦ+γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.Verse 27Εἰ+δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.Verse 28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο+εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·+Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.Verse 29Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;Verse 30+Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;Verse 31Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.Verse 32Ἀπρόσκοποι+γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·Verse 33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ+συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?