1 Corinthians 12 — TCG See Hebrew/Greek in BSB → Spiritual Gifts12Verse 1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.Verse 2Οἴδατε ὅτι+ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.Verse 3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει+Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν,+Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.Verse 4Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα.Verse 5Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος.Verse 6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν,+ὁ δὲ αὐτός+ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.Verse 7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.Verse 8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα·Verse 9ἑτέρῳ+δὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ+δὲ χαρίσματα ἰαμάτων ἐν τῷ+αὐτῷ πνεύματι·Verse 10ἄλλῳ+δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ+δὲ προφητεία, ἄλλῳ+δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ+δὲ γένη γλωσσῶν, ἄλλῳ+δὲ+ἑρμηνεία γλωσσῶν·Verse 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.One Body with Many MembersVerse 12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη+ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος+τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.Verse 13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες+εἰς ἓν πνεῦμα ἐποτίσθημεν.Verse 14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.Verse 15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;Verse 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;Verse 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;Verse 18+Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.Verse 19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;Verse 20Νῦν δὲ πολλὰ+μὲν μέλη, ἓν δὲ σῶμα.Verse 21Οὐ δύναται δὲ+ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω.Verse 22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι·Verse 23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·Verse 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει·+ἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ+ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,Verse 25ἵνα μὴ ᾖ+σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.Verse 26Καὶ εἴτε πάσχει ἓν μέλος,+συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται+ἓν μέλος,+συγχαίρει πάντα τὰ μέλη.Verse 27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.Verse 28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις,+εἶτα χαρίσματα ἰαμάτων,+ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.Verse 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;Verse 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;Verse 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ+κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Chapter 11 Chapter 13
1 Corinthians 12 — TCG
See Hebrew/Greek in BSB →
Spiritual Gifts
12Verse 1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.Verse 2Οἴδατε ὅτι+ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.Verse 3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει+Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν,+Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.Verse 4Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα.Verse 5Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος.Verse 6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν,+ὁ δὲ αὐτός+ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.Verse 7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.Verse 8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα·Verse 9ἑτέρῳ+δὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ+δὲ χαρίσματα ἰαμάτων ἐν τῷ+αὐτῷ πνεύματι·Verse 10ἄλλῳ+δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ+δὲ προφητεία, ἄλλῳ+δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ+δὲ γένη γλωσσῶν, ἄλλῳ+δὲ+ἑρμηνεία γλωσσῶν·Verse 11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.One Body with Many Members
Verse 12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη+ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος+τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.Verse 13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες+εἰς ἓν πνεῦμα ἐποτίσθημεν.Verse 14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.Verse 15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;Verse 16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;Verse 17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;Verse 18+Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.Verse 19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;Verse 20Νῦν δὲ πολλὰ+μὲν μέλη, ἓν δὲ σῶμα.Verse 21Οὐ δύναται δὲ+ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω.Verse 22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι·Verse 23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·Verse 24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει·+ἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ+ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,Verse 25ἵνα μὴ ᾖ+σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.Verse 26Καὶ εἴτε πάσχει ἓν μέλος,+συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται+ἓν μέλος,+συγχαίρει πάντα τὰ μέλη.Verse 27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.Verse 28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις,+εἶτα χαρίσματα ἰαμάτων,+ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.Verse 29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;Verse 30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;Verse 31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ+κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.